# Quaestiones et responsiones ad orthodoxos [Dub.] 2

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/2

ζʹ. Εἰ ἡ θεία οὐσία μία καθέστηκε, πῶς τὴν ἐνανθρώπησιν καὶ τὴν ἕνωσιν καὶ τὴν ἐνοίκησιν ἐν τῇ οἰκονομίᾳ μόνῳ τῷ θεῷ λόγῳ τινὲς περιάπτουσι καὶ ἑξῆς; ηʹ. Οἱ λέγοντες ἡνῶσθαι τῇ τοῦ δούλου μορφῇ τὸν ἀληθῶς καὶ κυρίως ὄντα υἱόν, πῶς δυάδι υἱῶν οὐ λατρεύουσιν; θʹ. Εἰ τὸ περιέχον μεῖζον μέν ἐστι τοῦ περιεχομένου κατ' οὐσίαν, ἧττον δὲ κατ' ἀξίαν, οὐρανὸς καὶ γῆ ἀγγέλων οἶκος καὶ τὰ ἑξῆς. ιʹ. Εἰ τὸ περιέχον ἐπὶ φρουρᾷ καὶ συντηρήσει ἐστὶ τοῦ περιεχομένου, πῶς ὁ θεὸς περιέχων τὸ πᾶν οὐκ ἐπὶ φρουρᾷ καὶ τὰ ἑξῆς; ιαʹ. Ἐπειδὴ συνεχῶς ὁ κύριος υἱὸν τοῦ ἀνθρώπου καὶ οὐχὶ τῆς ἀνθρώπου ἑαυτὸν ὀνομάζει, καὶ διὰ τοῦτο πειρῶνται οἱ ἄπιστοι δεικνύναι ὡς ἐκ γαμικῆς συναφείας ὁ δεσποτικὸς γέγονε τόκος καὶ τὰ ἑξῆς. ιβʹ. Εἰ οἱ εὐαγγελισταὶ Ματθαῖός τε καὶ Λουκᾶς τὸ κατὰ σάρκα γενεαλογοῦντες τὸν κύριον, ὃ μὲν τὴν κατὰ φύσιν, ὃ δὲ τὴν κατὰ νόμον αὐτοῦ γενεαλογίαν συνέγραψε, πῶς ὁ Λουκᾶς οὐ δείκνυται τῷ Ματθαίῳ μαχόμενος, πλείονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν καὶ τὰ ἑξῆς; ιγʹ. Εἰ κατὰ τὸν Μωσαϊκὸν νόμον ὁ ἀδελφὸς τοῦ τελευτήσαντος ἄπαιδος τὴν γυναῖκα λαμβάνων ἐπαιδοποίει ἐξ αὐτῆς κατὰ φύσιν ἑαυτῷ. ιδʹ. Εἰ ὁ προλεχθεὶς νόμος πρὸ τοῦ Δαυὶδ τοῖς Ἰσραηλίταις ἐντέταλτο, πῶς ὁ Ματθαῖος τῶν κατὰ φύσιν πατέρων πρὸ τοῦ Δαυὶδ καὶ μετ' αὐτὸν ἐπίσης ἐμνημόνευσεν, ὁ δὲ Λουκᾶς τῶν κατὰ φύσιν πρὸ τοῦ Δαυὶδ καὶ τὰ ἑξῆς; ιεʹ. Ἐπειδὴ ὁ Ἡσαΐας προφητεύων εἰς τὸν Χριστὸν ἀναφέρει "τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται", ἐπὶ δυσδιηγήτου ἢ ἀδιηγήτου λέγει καὶ ἐπὶ τῆς θεότητος ἢ τῆς σαρκός; ιϛʹ. Εἰ τὴν ἀρχαίαν λατρείαν ἀνεῖλεν ὁ θεὸς ὡς μὴ ἀρεσκόμενος αὐτῇ, ἀντεισήγαγε δὲ τὴν χριστιανῶν, πῶς τὴν πλάνην κατέλιπεν ἀνεκρίζωτον;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
