# Quaestiones et responsiones ad orthodoxos [Dub.] 21

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/21

Ἀπόκρισις. Ἡμεῖς ὡς προηγουμένην τῆς γεννήσεως ἔχοντες τὴν ὕπαρξιν, μετὰ τὴν ὕπαρξιν γεννῶμεν. ὁ δὲ θεὸς ἅμα τῷ ὑπάρχειν ἐγέννησε. διὸ οὐκ ἔστι παρὰ τῷ θεῷ μεθύπαρξις γεννήματος, ἐπειδὴ οὐδὲ προΰπαρξις γεννήσεως. Ζʹ. Ἐρώτησις. Εἰ ἡ θεία οὐσία μία καθέστηκε, πῶς τὴν ἐνανθρώπησιν καὶ τὴν ἕνωσιν καὶ τὴν ἐνοίκησιν ἐν τῇ οἰκονομίᾳ μόνῳ τῷ θεῷ λόγῳ τινὲς περιάπτουσι, τὸ πρὸς τὸν πατέρα καὶ τὸ πνεῦμα τοῦ θεοῦ λόγου ἀδιαίρετον ἔχοντος; πῶς οὖν τὰ τῇ ὁμοουσίῳ τριάδι διὰ τὸ ἀδιαίρετον διαφέροντα τῷ ἑνὶ προσώπῳ, τουτέστι τῷ θεῷ λόγῳ, ἀκολούθως ἁρμόττειν δυνήσεται; Ἀπόκρισις. Ἡ μὲν θεία οὐσία μία καθέστηκε καὶ τὰ αὐτῆς πάντα κοινὰ τῶν ἐχόντων ταύτην, αἱ δὲ θεῖαι ὑποστάσεις εἰσὶ τρεῖς, ὧν τὰ ἰδικὰ διῃρημένως ὑπάρχει ἑκάστῃ. ἐπειδὴ οὖν ἡ ἔνσαρκος οἰκονομία ἰδική ἐστι τοῦ θεοῦ λόγου, εἰς φανέρωσιν γὰρ αὐτοῦ τῆς σαρκὸς ἐγένετο ἡ λῆψις, διὰ τοῦτο ἀκολούθως προσάπτωμεν τῷ θεῷ λόγῳ κατὰ τὸν τρόπον τῆς ἀντιδείξεως τὰ τῆς οἰκονομίας. διὰ τοῦτο δὲ καὶ ἡ θεία γραφὴ εἰς τὸν πατέρα καὶ εἰς τὴν οἰκονομίαν διῃρημένως ποιεῖ τοὺς λόγους, ὡς ὅταν λέγῃ "ὁ πατήρ με ἀγαπᾷ" καὶ "ὁ πατήρ, ὃς δέδωκέ μοι". ὡσαύτως δὲ καὶ εἰς τὸ πνεῦμα καὶ εἰς τὴν οἰκονομίαν διαιρεῖ τοὺς λόγους, ὡς τὸ "ἐξέβαλεν αὐτὸν εἰς τὴν ἔρημον τὸ πνεῦμα πειρασθῆναι ὑπὸ τοῦ διαβόλου" καὶ τὸ "εἰ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια". εἰς δὲ τὸν θεοῦ λόγον καὶ εἰς τὴν οἰκονομίαν οὐδαμῶς ποιεῖ τὴν τοιαύτην διαίρεσιν, ἀλλὰ κατὰ τὸν λόγον τῆς ἀντιδείξεως περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ προσώπου ποιεῖ ἀδιαιρέτως τὴν διήγησιν τῶν ἑκάστῃ φύσει διῃρημένως ἁρμοττόντων. Ηʹ. Ἐρώτησις. Οἱ λέγοντες ἡνῶσθαι τῇ τοῦ δούλου μορφῇ τὸν ἀληθῶς καὶ κυρίως καὶ ὄντως ὄντα υἱὸν τῇ ἀντιδιαστολῇ τοῦ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
