# Quaestiones et responsiones ad orthodoxos [Dub.] 22

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/22

μὴ ἀληθῶς μηδὲ κυρίως μηδὲ ὄντως ὄντος υἱοῦ, υἱοῦ δὲ ὅμως καὶ τούτου καλουμένου, πῶς δυάδι υἱῶν οὐ λατρεύουσι, κἂν ἑτεροούσια τὰ δύο τυγχάνουσι πρόσωπα; Ἀπόκρισις. Ἡ τοιαύτη γεγένηται ἀντιδιαστολὴ πρὸς σαφήνειαν τοῦ τίς τί τίνι ἔδωκε, τουτέστιν ὅτι ἡ μορφὴ τοῦ θεοῦ λαβοῦσα τὴν τοῦ δούλου μορφὴν ἐν τάξει ἑαυτῆς, ἔδειξεν αὐτὴν τῇ κτίσει. διὸ καὶ ἡ θεία γραφὴ ἀπὸ ταύτης τῆς γνώσεως ὁρμωμένη τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν καταγγέλλει ποτὲ μὲν κατὰ τὴν ἄθετον αὐτοῦ υἱότητα, ὅταν λέγῃ "δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε", ποτὲ δὲ κατὰ τὴν τιθεμένην, ὅταν λέγῃ "ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθετο κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε". [ταῦτα] τῇ τοῦ δούλου μορφῇ οὐχ ἁρμόττει. διὰ τοῦτο τῇ τοιαύτῃ ἀντιδιαστολῇ ἑκάστῃ μορφῇ τὸ ἁρμόζον ἀποδέδοται· εἰ γὰρ μὴ κατ' ἄλλην φύσιν υἱὸς ἄθετος ὁ Χριστὸς καὶ κατ' ἄλλην θετός, καθὼς ὁ τῆς ἀντιδιαστολῆς βούλεται λόγος, ἀλλὰ κατὰ τὴν αὐτὴν φύσιν ἐστὶν ἄθετος ὁ υἱὸς καὶ θετὸς ὁ Χριστός—ἀδύνατον γὰρ τὰς γραφικὰς φωνάς, καταγγελλούσας τὸν Χριστὸν ἄθετον καὶ θετὸν [τὸν] υἱόν, ἀναιρεθῆναι—, ἀνάγκη τὸν θεὸν λόγον κατὰ τὴν ἀντιδιαστολὴν τοῦ ἀληθῶς καὶ κυρίως καὶ ὄντως καὶ τοῦ μήτε ἀληθῶς μήτε κυρίως μήτε ὄντως νοεῖν υἱόν· εἰ δὲ τοῦτο προδήλως ἄτοπον, ἀδιάβλητος ἄρα ἡ τῶν φύσεων ἀντιδιαστολὴ ἐπὶ τῇ δυάδι αὐτῶν, ὡς ταύτης οὖσα κατασκευαστική. τὸ δὲ ἐν τάξει τῆς μορφῆς τοῦ θεοῦ ὁρᾶσθαι τὴν τοῦ δούλου μορφὴν καὶ μὴ ἐν τῷ οἰκείῳ προσώπῳ πάσης τῆς κατὰ πρόσωπον αὐθεντίας τε καὶ τιμῆς, δυάδος υἱῶν ἐστιν ἀναιρετικόν· τὸ γὰρ ἐν τάξει ταὐτόν ἐστι τῷ τάξαντι προσώπῳ καὶ οὐ φύσει. Θʹ. Ἐρώτησις. Εἰ τὸ περιέχον μεῖζον μέν ἐστι τοῦ περιεχομένου κατ' οὐσίαν, ἧττον δὲ κατ' ἀξίαν, οἷον οὐρανὸς καὶ γῆ ἀγγέ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
