Ancient Greek
Page 23
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 23
Not analysed yet
λων τε καὶ ἀνθρώπων, οἶκος οἰκούντων σῶμά τε ψυχῆς, περιέχει δὲ τὸ πᾶν ὁ θεός, πῶς οὐκ ἔστιν ἥττων τοῦ παντὸς τῷ λόγῳ τῆς ἀξίας; Ἀπόκρισις. Ὁ λόγος οὗτος οὐκ ἔστι καθόλου. διὸ οὔτε ὑγιῶς ἠρωτήθη· ὧν γὰρ τὸ ἐναντίον διὰ τῶν αὐτῶν ἐνδέχεται εὑρεθῆναι, ταῦτα ὡς μὴ ἔχοντα τὸ ἀναγκαῖον οὐδὲ τὸ πιστὸν ἔχει ἔστι γάρ τινα περιεχόμενα ἥσσονα ὄντα τῶν περιεχόντων καὶ τῇ οὐσίᾳ καὶ τῇ ἀξίᾳ, ὡς τὰ γίγαρτα τῶν ὀπωρῶν. ἔτι δὲ τὰ λεχθέντα περιεκτικὰ τῷ εἶναι περιέχει τὰ περιεχόμενα, ὁ δὲ θεὸς τῇ βουλήσει περιέχει τὸ πᾶν. καὶ τὰ μὲν ἄλλα περιεχόμενα χρῄζουσι καὶ αὐτὰ τοῦ περιέχοντος, ὁ δὲ θεὸς οὐ χρῄζει τοῦ περιέχοντος αὐτόν. καὶ τοῖς μὲν ἄλλοις περιεχομένοις τὸ εἶναι καὶ τὸ διαμένειν οὐκ ἔστιν ἐκ τῶν περιεχόντων αὐτά, τῷ δὲ παντὶ ἀμφότερα ὑπάρχει ἐκ τοῦ θεοῦ. καὶ τὰ μὲν λεχθέντα περιεκτικὰ διὰ τὰ περιεχόμενα ὑπάρχουσιν, ὁ δὲ θεὸς οὐ διὰ τὸ πᾶν ὑπάρχει. διὸ μείζων ὁ θεὸς τοῦ παντός, ὥσπερ τῇ οὐσίᾳ, οὕτω καὶ τῇ ἀξίᾳ. Ιʹ. Ἐρώτησις. Εἰ τὸ περιέχον ἐπὶ φρουρᾷ καὶ συντηρήσει ἐστὶ τοῦ περιεχομένου, πῶς ὁ θεὸς περιέχων τὸ πᾶν οὐκ ἐπὶ φρουρᾷ τοῦ κακοῦ καὶ διαμονῇ περιέχει τὸ πᾶν; καὶ γὰρ ἐν τῷ μέρει τοῦ παντὸς τὸ κακὸν θεωρεῖται. Ἀπόκρισις. Τὸ πᾶν ἔργον ἐστὶ τοῦ θεοῦ, καὶ τηρῶν ὁ θεὸς τὸ πᾶν, τὸ ἔργον αὑτοῦ τηρεῖ. καὶ ὥσπερ οὐκ ἐποίησεν ὁ θεός τι φύσει κακόν, οὕτως οὐδὲ τηρεῖ τι φύσει κακόν. ΙΑʹ. Ἐρώτησις. Ἐπειδὴ συνεχῶς ὁ κύριος υἱὸν τοῦ ἀνθρώπου καὶ οὐχὶ τῆς ἀνθρώπου ἑαυτὸν ὀνομάζει, καὶ διὰ τοῦτο πειρῶνται