# Quaestiones et responsiones ad orthodoxos [Dub.] 24

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/24

οἱ ἄπιστοι δεικνύναι ὡς ἐκ γαμικῆς συναφείας ὁ δεσποτικὸς γέγονε τόκος—τὸ γὰρ "τοῦ ἀνθρώπου" φασὶν οὐ θηλείας ἐστὶν ἀλλ' ἄρρενος ὄνομα—, τίσι λόγοις χρησάμενοι τὴν τοιαύτην λοιδορίαν ματαίαν ἐλέγξομεν; Ἀπόκρισις. Εἰ ἐκ γαμικῆς συναφείας ὁ δεσποτικὸς τόκος ἐγένετο, οὐκ ἂν εἶπεν ἡ γραφὴ τὸ "ὡς ἐνομίζετο υἱὸς τοῦ Ἰωσήφ"· τὸ γὰρ "ὡς ἐνομίζετο" ἐπὶ τῶν ἐκ γαμικῆς συναφείας τικτομένων χώραν οὐκ ἔχει, τὸ δὲ διὰ μιᾶς ἀσαφοῦς τε καὶ ἐλλιποῦς φωνῆς πάσας τὰς φωνὰς ἐκείνας τὰς προδήλως καταγγελλούσας τὸν Χριστὸν ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου γεγεννημένον ἀνατρέπειν τῶν ἀτοπωτάτων ἐστί. πρὸς ἀναίρεσιν δὲ τῆς ματαίας αὐτῶν ἐπιχειρήσεως κεχρήμεθα λόγοις τοιούτοις· εἰ διὰ τὸ μὴ εἰπεῖν τὸν Χριστὸν ἑαυτὸν υἱὸν τῆς ἀνθρώπου οὐκ ἔστι διὰ τοῦτο τῆς ἀνθρώπου, δῆλον ἄρα καὶ διὰ τὸ μὴ εἰπεῖν ἑαυτὸν υἱόν τινος ἀνθρώπου. εἰ δὲ τινὸς ἀνθρώπου οὐκ ἔστιν υἱὸς ὁ Χριστός, ἐξ ἀνάγκης οὐδὲ υἱὸς ἀνθρώπου ἐστίν. ἔτι δέ, εἰ καθώσπερ υἱὸς τοῦ Ἠλὶ ἐχρηματίσθη ὁ Ἰωσὴφ κατὰ τὸν νόμον χωρὶς γαμικῆς συναφείας, τοῦ θεοῦ τούτῳ τῷ τρόπῳ βουληθέντος δοῦναι τὸν Ἰωσὴφ υἱὸν τῷ Ἠλί, τί ἄτοπον οὕτως καὶ τὸν Χριστὸν δοῦναι υἱὸν τῷ Ἰωσὴφ χωρὶς γαμικῆς συναφείας; τούτου γὰρ ἕνεκεν προῳκονόμησεν ἡ θεία χάρις τὴν παρθένον μνηστευθῆναι ἀνδρὶ δύο πατέρας ἐσχηκότι, ἕνα μὲν κατὰ φύσιν ἐκ γαμικῆς συναφείας, ἕνα δὲ κατὰ τὸν νόμον χωρὶς συναφείας, ἐν τῇ ἐκείνου γεννήσει προζωγραφοῦσα τοῦ Χριστοῦ τὴν γέννησιν, τοῦ γεννηθέντος μὲν ἐκ πνεύματος ἁγίου υἱοῦ τῷ θεῷ, γεννηθέντος δὲ ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ υἱοῦ τῷ Ἰωσήφ· "πνεῦμα", φησίν, "ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψί-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
