Ancient Greek
Page 25
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 25
Not analysed yet
στου ἐπισκιάσει σοι. διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον. κληθήσεται υἱὸς θεοῦ". ἀλλ' εἰ τὸ γεννώμενον ἐκ τῆς γυναικὸς τοῦ Ἠλὶ υἱός ἐστι τοῦ Ἠλὶ κατὰ τὸν νόμον τοῦ θεοῦ, πολλῷ μᾶλλον τὸ γεννώμενον ἐκ τῆς γυναικὸς τοῦ Ἰωσὴφ κατὰ τὴν θείαν εὐδοκίαν υἱός ἐστι τοῦ Ἰωσὴφ χωρὶς γαμικῆς συναφείας. ΙΒʹ. Ἐρώτησις. Εἰ οἱ εὐαγγελισταὶ Ματθαῖος καὶ Λουκᾶς τὸ κατὰ σάρκα γενεαλογοῦντες τὸν κύριον, ὃ μὲν τὴν κατὰ φύσιν ὃ δὲ τὴν κατὰ νόμον αὐτοῦ γενεαλογίαν συνέγραψε διὰ τὸ οὕτως τὰ γένη τῶν Ἰουδαίων συνίστασθαι, πῶς ὁ μακάριος Λουκᾶς οὐ δείκνυται τῷ Ματθαίῳ μαχόμενος, πλείονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν τοῦ Χριστοῦ γεννήτορας διὰ τοῦ εὐαγγελίου τοῦ οἰκείου ἐκθέμενος, τοὐναντίον παρ' αὐτοῦ γραφῆναι ὀφείλοντος, ἐπειδὴ ἥσσονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν πατέρων ἀνάγκη λογίζεσθαι; ἐνδέχεται γὰρ κατὰ νόμον γενέσθαι πατέρα, ἅπαξ τοῦ κατὰ φύσιν πατρὸς τὸν παῖδα γεννήσαντος. πῶς οὖν, καθάπερ ἔφην, παρὰ τοῖς εὐαγγελισταῖς ἡ τάξις ἀντέστραπται καὶ ὁ Λουκᾶς, ὁ ἴσους μᾶλλον δὲ ἥσσονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν ὀφείλων τοῦ Χριστοῦ ὀνομάζειν γεννήτορας, πλείονας ὀνομάζων εὑρίσκεται; εἰ δὲ ἐν τῇ γενεαλογίᾳ ἑαυτοῖς καὶ ἀλλήλοις μαχόμενα λέγουσι, πῶς ἐν τοῖς λοιποῖς περὶ τοῦ σωτῆρος διδάγμασι τὸ ἀξιόπιστον κεκτῆσθαι δύνανται. ἐκ προοιμίων πρὸς ἀντίρρησιν κινοῦντες τὸν μετὰ λόγου τῇ ἡμετέρᾳ θρῃσκείᾳ προστεθῆναι βουλόμενον; Ἀπόκρισις. Ἐν τῇ κατὰ Λουκᾶν γενεαλογίᾳ ὁ Ἠλὶ μόνος