# Quaestiones et responsiones ad orthodoxos [Dub.] 26

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/26

ἐστὶ πατὴρ τοῦ Ἰωσὴφ κατὰ τὸν νόμον· ἀπὸ δὲ τοῦ Ἠλὶ ἕως τοῦ Νάθαν πάντες οἱ ὑποτεταγμένοι κατὰ φύσιν εἰσὶν υἱοὶ τῶν προτεταγμένων, τῶν διὰ τὴν σχέσιν, ἣν ἔχει ὁ Ἠλὶ πρὸς τὸν Ἰωσήφ, πάππων καὶ προπάππων λογιζομένων, τοῦ Ἰωσὴφ μὲν μόνου κατὰ τὸν νόμον, τῶν λοιπῶν δὲ πάντων κατὰ φύσιν. τούτου δὲ οὕτως νοουμένου, ἀναιρεῖται πᾶσα ἡ τῶν εὐαγγελιστῶν ἐπὶ τῇ ἀντιλογίᾳ διαβολή, ἡ ἐκ τῆς παρανοίας τῶν ἐκείνων φωνῶν νομισθεῖσα τοῖς παρανοήσασιν. ΙΓʹ. Ἐρώτησις. Εἰ κατὰ τὸν μωσαϊκὸν νόμον ὁ ἀδελφὸς τοῦ τελευτήσαντος ἄπαιδος τὴν γυναῖκα τοῦ μετηλλαχότος λαμβάνων ἐπαιδοποίει ἐξ αὐτῆς, κατὰ φύσιν μὲν ἑαυτῷ, κατὰ νόμον δὲ τῷ ἀδελφῷ, ἆρα, εἰ συνέβη τὸν περιόντα ἀδελφὸν ἔχειν γαμετήν, σὺν ταύτῃ καὶ τὴν τοῦ τελευτήσαντος ἀδελφοῦ γαμετὴν εἰς γυναῖκα ἐλάμβανε; καὶ πῶς οὐκ ἄτοπον; εἰ δὲ ἡ τοιαύτη καὶ στεῖρα ἐτύγχανε, πῶς πρὸς τῷ ἀτόπῳ καὶ τὸ ἀνωφελὲς ὁ γάμος οὐκ ἐπήγετο καὶ τοῦ νόμου τὸ πρόσταγμα πανταχόθεν ἐδείκνυτο ἄπορον, τοῦ τελευτήσαντος οὐ λαμβάνοντος τὸ διὰ παιδοποιίας μνημόσυνον; τί δὲ καὶ τῷ ἀποθανόντι προσεγένετο ὄφελος; τὸ διὰ παιδοποιίας ἑτέρου ἐκεῖνον μετὰ τέλος πατέρα ἀλλοτρίας γονῆς ὀνομάζεσθαι; Ἀπόκρισις. Τοῦ νόμου μὴ κωλύοντος τοὺς Ἰσραηλίτας γυναῖκα ἐπὶ γυναῖκα λαβεῖν εἰ βούλοιντο, οὐ μόνον συγγενίδα, ἀλλὰ καὶ αἰχμαλώτιδα καὶ παλλακίδα, οὐδὲν ἄρα ἄτοπον ἀνακύπτει ἐκ τοῦ γυναῖκα ἐπὶ γυναῖκα λαβεῖν τὸν ἀδελφὸν τοῦ τελευτήσαντος, τοῦ νόμου μὴ παρακουομένου· πᾶσα γὰρ ἀτοπία ἐπὶ τῇ παρακοῇ τοῦ νόμου ὑφίσταται. κἂν συμβαίη δὲ στεῖραν τὴν γυ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
