Ancient Greek
Page 27
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 27
Not analysed yet
ναῖκα ὑπάρχειν, ἀλλ' ἄδηλον τοῦτο τῷ ἀνδρὶ καὶ τῇ γυναικί, τῷ δὲ ἀδήλῳ οὐκ ἔστι δίκαιον παριδεῖν τὸν νόμον. ἐτέθη δὲ ὁ νόμος οὗτος, ἵνα ὧν ἀφείλετο ὁ θάνατος τὸν τετελευτηκότα, τουτέστι τῆς τε πατρότητος καὶ τοῦ κληρονόμου, ταῦτα παράσχῃ αὐτῷ τῇ τοῦ νόμου προνοίᾳ· εἰ γὰρ μνημοσύνης ἕνεκεν κληρονόμου ἐπὶ τὸν γάμον οἱ ἄνθρωποι ἔρχονται, δῆλον ὅτι ᾧ τρόπῳ βουληθείη θεὸς ταῦτα παρασχεῖν ἀνθρώπῳ, ἀνωφελὲς οὐ γίνεται τὸ πρᾶγμα. πρόσεστι δὲ τούτῳ τῷ νόμῳ καὶ ἕτερόν τι ὠφέλιμον, ἵνα ταύτῃ τῇ ἐπιγαμίᾳ ὁ κλῆρος μείνῃ ἐν τῇ αὐτῇ φυλῇ καὶ μὴ μεταβῇ εἰς ἑτέραν φυλήν. καὶ ἐπειδὴ ἅπαξ συναφθεῖσα ἡ γυνὴ τῷ πρώτῳ ἀνδρὶ ἓν σῶμα γέγονε, διὰ τοῦτο οὐ γίνεται πατὴρ ἀλλοτρίας γονῆς ὁ τελευτήσας, ἀλλὰ τοῦ ἐκ τοῦ ἰδίου σώματος τικτομένου· ὥσπερ γὰρ ὁ τικτόμενος ἐκ τῆς τοιαύτης συναφείας υἱὸς ὀνομάζεται τοῦ τελευτήσαντος, οὕτω καὶ ἡ γυνὴ ἐκείνου ὀνομάζεται γυνή. ΙΔʹ. Ἐρώτησις. Εἰ ὁ προλεχθεὶς νόμος πρὸ τῶν χρόνων τοῦ Δαυὶδ τοῖς Ἰσραηλίταις ἐντέταλται, πῶς ὁ εὐαγγελιστὴς Ματθαῖος τῶν κατὰ φύσιν πατέρων πρὸ τοῦ Δαυὶδ καὶ μετὰ τὸν Δαυὶδ ἐπίσης ἐμνημόνευσεν, ὁ δὲ Λουκᾶς πρὸ μὲν τοῦ Δαυὶδ τῶν κατὰ φύσιν, μετὰ δὲ τὸν Δαυὶδ τῶν κατὰ νόμον πατέρων τοῦ Χριστοῦ τὴν μνήμην πεποίηται; καὶ εἰ τὰ ὀνόματα τῶν κατὰ φύσιν καὶ κατὰ νόμον πατέρων ἀπαραλείπτως μετὰ τὴν μετοικεσίαν Βαβυλῶνος ἐν θείαις γραφαῖς οὐχ εὑρίσκεται, ἀλλὰ κατὰ ἀπόφασιν γέγραπται, πῶς τὰ κατὰ ἀπόφασιν γραφέντα ὑπὸ τῶν ἀκριβεστέρων πιστευθῆναι δυνήσονται; Ἀπόκρισις. Καὶ ὁ Λουκᾶς τῶν κατὰ φύσιν πατέρων τοῦ