Ancient Greek
Page 29
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 29
Not analysed yet
γήτου ἆρα ἢ ἀδιηγήτου λέγει, καὶ ἐπὶ τῆς θεότητος ἢ ἐπὶ τῆς σαρκὸς ταύτην ἐκληπτέον τὴν δόξαν; Ἀπόκρισις. Ἡ μὲν κατὰ σάρκα γέννησις τοῦ Χριστοῦ γενεαλογεῖται καὶ ὁ τρόπος ταύτης ἐν γραφικῇ διαθέσει κατήγγελται, καθάπερ ἤδη προείπαμεν, ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· ἡ δὲ κατὰ τὴν θεότητα αὐτοῦ γέννησίς ἐστιν ἀγενεαλόγητος. ἐμφαίνει οὖν ἡ προφητικὴ ῥῆσις τὸ ἀδιήγητον, οὐ τὸ δυσδιήγητον τῆς γεννήσεως. Ιϛʹ. Ἐρώτησις. Εἰ τὴν ἀρχαίαν μὲν λατρείαν ἀνεῖλεν ὁ θεός, ὡς αὐτῇ μὴ ἀρεσκόμενος, τὴν δὲ τῶν χριστιανῶν ὡς ἀρεστὴν αὐτῷ ἀντεισήγαγεν, οἱ δὲ ὀρθόδοξοι μόνοι θεῷ ἀρέσκοντες Ἑλλήνων τε καὶ Ἰουδαίων καὶ πάντων αἱρετικῶν κατὰ τὸν ἀριθμόν. ὑπάρχουσιν ἥσσονες, τίς ἡ ἀπόδειξις τοῦ μὴ κατὰ πτωχείαν δυνάμεως τοῦ ταύτην ἀντ' ἐκείνης ἑλομένου λατρείαν τὴν πλάνην μένειν ἀνεκρίζωτον, πῶς δὲ οὐκ ἀνωφελὴς ἡ ἐκείνης κατάλυσις, πλάνης ἑτέρας κατεχούσης τὸν κόσμον; Ἀπόκρισις. Τοῦ δεσπότου θεοῦ λατρείαν λατρείας ἀντεισάγειν διὰ τῆς παλαιᾶς διαθήκης προωρισμένου, εἰ μὴ ἀντεισήγαγε ταύτην ἐκείνης, ἐνῆν τότε μόνον ἐπὶ πτωχείᾳ δυνάμεως διαβάλλειν τὸν θεόν, ὡς προορισάμενον τὰ ὑπὲρ δύναμιν· νῦν δὲ ταύτην ἀντ' ἐκείνης εἰσαγαγών, πρῶτον μὲν κηρυττομένην λόγοις θείαις δυνάμεσι μαρτυρουμένοις ἀνεῖλεν ἰουδαϊσμόν τε καὶ ἑλληνισμόν, ὕστερον δὲ ἔργοις θείαις ὡσαύτως δυνάμεσι γινομένοις πάσης τῆς ἐν ἀνθρώποις