# Quaestiones et responsiones ad orthodoxos [Dub.] 30

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/30

τε καὶ δαίμοσι πλάνης ποιεῖ τὴν ἐκρίζωσιν, σὺν ταύτῃ δὲ καὶ πάντων τῶν ἐν τῷ κόσμῳ κακῶν. τὸ δὲ κατὰ τὴν λατρείαν, διδασκαλίαν πίστεώς τε καὶ πολιτείας, εἰ μὴ πάντες οἱ δεξάμενοι τὴν λατρείαν τὴν αὐτὴν δόξαν περὶ τῶν αὐτῶν πραγμάτων ἔσχον καὶ ἔχουσιν, ἀλλ' οἳ μὲν ὀρθῶς, οἳ δὲ οὐκ ὀρθῶς, τοῦτο οὐκ ἔστι κατηγόρημα τοῦ θεοῦ ἐπὶ πτωχείᾳ δυνάμεως, τὸ ἐκείνους ἐκ τῆς οἰκείας ἀμελείας ἢ ἑτέρας ἀσθενείας ὀρθῶς μὴ νοεῖν τὰ ὑπ' αὐτῶν πιστευόμενα, ἀλλὰ τῆς ἐκείνων ἀμελείας. εἴρηται δὲ ἐν τῇ εἰσαγομένῃ λατρείᾳ περὶ τῆς τῶν ὀρθοδόξων ὀλιγότητος. ποτὲ μὲν "πολλοὶ μέν" φησί "κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί", ποτὲ δὲ "ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν". ὡσαύτως δὲ καὶ περὶ τῶν αἱρέσεων, ἃς ὁ κύριος ἐν ταῖς ἑαυτοῦ παραβολαῖς ζιζάνια καὶ σαπροὺς ἰχθύας ὠνόμασεν. εἰ τοίνυν μηδὲν ἐψευσμένον ἐστὶν ἐν τῇ τῶν χριστιανῶν λατρείᾳ, ἀλλὰ τῇ τῶν πραγμάτων μαρτυρίᾳ * ἐκ τῶν προλαβόντων πεπιστευμένα ἔχουσα τὰ μέλλοντα, οὐδαμῶς ἄρα ὑπολέλειπται πρόφασις ἡ τοῦ διαβάλλειν τὸν θεὸν ἐπὶ πτωχείᾳ δυνάμεως, ἢ τοῦ ἀνωφελῆ λέγειν τὴν λατρείαν, λατρείας ἀντεισαγομένην, νῦν μὲν λυτικὴν οὖσαν ἰουδαϊσμοῦ τε καὶ ἑλληνισμοῦ, ὕστερον δὲ καὶ τῶν αἱρέσεων. ΙΖʹ. Ἐρώτησις. Εἰ τὰ μέλλοντα γίνεσθαι, οἷον πολέμων τρόπαια, λοιμῶν ἐφόδους, τῶν τεμενῶν τὰς λύσεις, προειρήκασι προφῆται καὶ ἀπόστολοι, προεῖπον δὲ καὶ παρ' Ἕλλησι διὰ χρησμῶν λόγοι, πόθεν οἱ τούτων κρείττους γνωρίζονται, ἅπαξ παρ' ἑκατέρου μέρους τῆς τῶν ἐσομένων γεγενημένης προρρήσεως;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
