# Quaestiones et responsiones ad orthodoxos [Dub.] 31

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/31

Ἀπόκρισις. Τοῦ αὐτοῦ θεοῦ ἐστι ταῦτα πάντα, καὶ ἡ πρόρρησις τῶν λόγων καὶ ἡ ἔκβασις τῶν ἔργων, τοῦ καὶ διὰ τῶν προφητῶν τε καὶ ἀποστόλων προμηνύσαντος ἃ ἔμελλε ποιεῖν. ὡσαύτως δὲ καὶ διὰ τῶν ἔξωθεν τῆς εὐσεβείας αὐτὸς προεμήνυεν ἃ ἔμελλε ποιεῖν· ὥσπερ γὰρ διὰ τοῦ μάντεως Βαλαὰμ τὸν μὲν Ἰσραὴλ εὐλόγησε, τοὺς δ' ἐχθροὺς αὐτοῦ κατηράσατο, ἑκάτερα δὲ ποιήσας διὰ τῆς προμηνύσεως τῶν ἐσομένων, ὡσαύτως δὲ καὶ διὰ μαντείας τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος τὴν ἅλωσιν τῆς Ἱερουσαλὴμ προεμήνυσε, καθά φησιν ὁ προφήτης Ἰεζεκιήλ— "καὶ στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδόν, ἐπ' ἀρχῆς τῶν δύο ὁδῶν, τοῦ μαντεύεσθαι μαντείαν καὶ τοῦ ἀναβράσαι ῥάβδον καὶ τοῦ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς καὶ ἡπατοσκοπήσασθαι ἐκ δεξιῶν αὐτοῦ· καὶ ἐγένετο μαντεῖον ἐν Ἱερουσαλὴμ" καὶ τὰ ἑξῆς—, οὕτω καὶ διὰ τῶν παρ' Ἕλλησι μάντεων, ὅσα διὰ τῶν ἔργων ἐδέξατο τὴν ἔκβασιν, αὐτὸς προεμήνυσε. διαφορὰ δὲ τῶν προφητῶν καὶ τῶν μάντεων πολλή, πρῶτον μὲν ὅτι θεὸν οὗ τῷ ὀνόματι προεφήτευσαν οἱ προφῆται καὶ οἱ ἀπόστολοι, τούτου ἐσχήκασι τὴν γνῶσιν καὶ τὴν πίστιν καὶ τὴν λατρείαν· καὶ πάντα ὅσα περί τε τῆς τῶν ἑλληνικῶν θεῶν τε καὶ μαντείων καθαιρέσεως καὶ τῆς τῶν χριστιανικῶν πραγμάτων συστάσεως προεῖπον οἱ προφῆται, τὴν ἔκβασιν ἐδέξατο· ἔπειτα δέ, ὅτι οὐδὲν ὧν προεῖπον οἱ μάντεις, ἢ κατὰ τοῦ τῆς ἀληθείας θεοῦ καὶ τῶν σεβομένων αὐτόν, ἢ ὑπὲρ τῆς συστάσεως τῶν ἑλληνικῶν πραγμάτων, τὴν ἔκβασιν ἐδέξατο. καὶ τούτων μάρτυς ἡ τῶν Ἀσσυρίων ἀναίρεσις, οἳ ἀπὸ τῆς οἰκείας μαντείας ὁρμώμενοι ἔλεγον "μὴ ἄνευ κυρίου. ἀνέβην ἐπὶ τὴν γῆν ταύτην τοῦ ἐρημῶσαι αὐτήν;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
