# Quaestiones et responsiones ad orthodoxos [Dub.] 35

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/35

σεως τιμῆς τε καὶ τιμωρίας ἐν τῷ μέτρῳ κεῖται τιμῆς τε καὶ τιμωρίας, καὶ οὐκ ἐνδέχεται τῇ παραθέσει τῶν ἀντικειμένων δέξασθαι τὴν αἴσθησιν τὴν αὔξησιν ἢ τὴν μείωσιν· ἄτρεπτα γὰρ τὰ ἐκεῖ πάντα, ὥσπερ κατὰ τὸ ποιόν, οὕτως καὶ κατὰ τὸ ποσόν. ΚΙʹ. Ἐρώτησις. Εἰ τὴν γνῶσιν καλοῦ τε καὶ κακοῦ παρὰ τοῦ θεοῦ σὺν τῷ εἶναι εἰλήφαμεν, πῶς οὐκ ἔστιν αἴτιος ἑκατέρου ὁ καὶ τὴν γνῶσιν ἀμφοτέρων καὶ δύναμιν ἐγκαταβεβλημένος τῇ φύσει πρὸς τὴν ἐκείνων ἐκπλήρωσιν; Ἀπόκρισις. Οὐ μόνον τοῦ εἶναι ἡμᾶς καὶ τοῦ γινώσκειν τε καὶ πράττειν τὸ καλὸν καὶ μὴ πράττειν τὸ κακὸν δέδωκεν ἡμῖν τὴν δύναμιν ὁ θεός, ἀλλὰ καὶ τὸ αὐθαίρετον ἡμῖν ἐχαρίσατο καὶ τοῦ κατὰ προτίμησιν αἱρεῖσθαι τῶν γινωσκομένων τὸ δοκοῦν κατέστησεν ἡμᾶς κυρίους. καὶ τὸ ἀγαθοὺς ἡμᾶς εἶναι ἢ κακοὺς οὐκ ἐν τῇ γνώσει ἔθηκε τῶν γινωσκομένων, ἀλλ' ἐν τῇ αἱρέσει τῶν αἱρουμένων. οὐκ ἄρα οὖν ὁ θεὸς αἴτιος τοῦ εἶναι ἡμᾶς ἀγαθοὺς ἢ κακούς, ἀλλ' ἡ προαίρεσις ἡμῶν· ὥσπερ γὰρ ὁ ὁρῶν γυναῖκα πόρνην καὶ γινώσκων ταύτην εἶναι πόρνην οὐκ ἔστι πόρνος ἀπὸ τῆς γνώσεως, ἀλλ' ὅταν ἡ γνῶσις ἐξυπνίσῃ τὸ τῆς ἐπιθυμίας πάθος, οὐδ' οὕτω πόρνος ἐστίν, ἀλλ' ὅταν συγκατατίθεται τῷ πάθει ἡ προαίρεσις, τότε ἐστὶ πόρνος ἢ κατὰ τὴν πρᾶξιν ἢ κατὰ τὴν διάθεσιν, οὕτω καὶ τῶν ἀγαθῶν καὶ κακῶν ἀνθρώπων οὐχ ἡ γνῶσίς ἐστιν αἰτία τοῦ ἀγαθοὺς αὐτοὺς εἶναι ἢ κακούς, ἀλλ' ἡ προαίρεσις ἡ κατὰ προτίμησιν τὸ δοκοῦν αἱρησαμένη. ΚΔʹ. Ἐρώτησις. Εἰ τὰ προλεχθέντα δέδωκεν ὁ θεός, στεφανοῖ δὲ καὶ κολάζει πρὸς τὴν πρᾶξιν τῶν ἀνθρώπων ἕκαστον, πῶς δικαίως ποιεῖ τὰ ἀμφότερα, ἑκάτερα παρ' αὐτοῦ τοῦ ἀνθρώπου ἔχοντος;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
