Ancient Greek
Page 36
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 36
Not analysed yet
Ἀπόκρισις. Τὸ ἡμεῖς καὶ τὸ ἐφ' ἡμῖν ἀλλήλων διαφέρει. ἡμεῖς μὲν ἄρρενες καὶ θήλειαι ἐσμέν, ἐφ' ἡμῖν δὲ τὸ εἶναι σώφρονας ἢ πόρνους. στεφανούμεθα οὖν ἢ κολαζόμεθα διὰ τὸ ἐφ' ἡμῖν· ἐφ' ἃ γὰρ ἡ προαίρεσις ἡμῶν ἄγει ἡμᾶς, δι' αὐτὰ στεφανούμεθα ἢ κολαζόμεθα· ἃς γὰρ πρὸς τὸ πράττειν δέδωκεν ἡμῖν ὁ θεὸς δυνάμεις, ταύτας ὑπέταξε τῇ ἐξουσίᾳ τῆς προαιρέσεως, καὶ πρὸς τὴν προαίρεσιν ἔχει ὁ θεὸς τὴν δίκην, κυβερνητικὴν οὖσαν τῶν ἐν ἡμῖν προαιρετικῶν δυνάμεων, καὶ οὐ πρὸς τὴν φύσιν. ἐλάβομεν δὲ παρὰ τοῦ θεοῦ τοῦ πράττειν καὶ τοῦ μὴ πράττειν τὴν ἐξουσίαν, πράττειν μὲν τὰ δίκαια, μὴ πράττειν δὲ τὰ ἄδικα. ὅταν οὖν οὕτω πράττωμεν καὶ μὴ πράττωμεν, δικαίως στεφανούμεθα· μετατιθέντες δὲ τὸ πράττειν καὶ τὸ μὴ πράττειν εἰς τὸ ἀντικείμενον, δικαίως κολαζόμεθα. ΚΕʹ. Ἐρώτησις. Εἰ τὰ σωματικώτερον περί τε θεῶν παρὰ τῶν ποιητῶν καὶ περὶ τοῦ θεοῦ παρὰ τῶν προφητῶν εἰρημένα κατὰ ἀλληγορίαν ἑτέραν ἔχει τὴν νόησιν, πῶς οὐ μῦθος ἀμφότερα δείκνυται; Ἀπόκρισις. Τὰ ἀλληγορικῶς παρὰ τῶν προφητῶν περὶ τοῦ θεοῦ λεχθέντα κατὰ ἀναφορὰν ἐλέχθη ἐκ τῶν φύσει εἰς τὰ μὴ φύσει, οἷον ὡς τὸ "ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας". ἐπὶ μὲν τῶν ἀνθρώπων τὸ "ὠσφράνθη" κατὰ φύσιν, ἐπὶ δὲ θεοῦ καταχρηστικῶς καὶ οὐ φύσει. τὰ δὲ παρὰ τῶν ποιητῶν μυθικῶς περὶ τῶν θεῶν λεγόμενα οὐ λέγεται κατὰ ἀναφορὰν ἐκ τῶν φύσει εἰς τὰ μὴ φύσει· οὐ γὰρ καταπίνει ὁ ἄνθρωπος ἄνθρωπον κατὰ φύσιν, ἵνα κατὰ ἀναφορὰν νοήσωμεν καὶ τὸν Κρόνον καταπιόντα τὸν Δία. ἔστι δὲ ὁ μῦθος λόγος ἀσύστατος, πλὴν τοῦ ψεύδους οὐκ ἔχων ἄλλο τι.