# Quaestiones et responsiones ad orthodoxos [Dub.] 37

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/37

Κϛʹ. Ἐρώτησις. Εἰ γίνεται ἡ ἀνάστασις διὰ τὴν τῶν βεβιωμένων ἑκάστῳ ἀντίδοσιν, πῶς τὰ βρέφη ἢ καὶ τὰ ἐν γαστρὶ τελευτήσαντα περιττῶς οὐκ ἀνίστανται, οὔτε τῶν ἔργων ἀμοιβὰς κομιζόμενα, οὔτε ἀνέσεως ἢ θλίψεως διὰ τὸ τῆς ἡλικίας ἄωρον λαβεῖν δυνάμενα αἴσθησιν; Ἀπόκρισις. Τῷ πιστεύοντι ἀληθὲς εἶναι τὸ "σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει", τούτῳ δυνατὸν καὶ πρέπον ἐστὶ καὶ τὸ πιστεύειν τῶν βρεφῶν τὴν ἀνάστασιν· ὁ γὰρ τὴν ἀφθαρσίαν αὐτοῖς παρέχων, δύναται καὶ τὴν αἰσθητικὴν τῶν προσόντων ἀγαθῶν χαρίσασθαι αὐτοῖς δύναμιν. πλὴν οὐδὲ "ἔστιν ἐκεῖ μικρὸς ἢ μέγας", ἀλλὰ πάντες τὴν πνευματικὴν ἡλικίαν τέλειοι· τὸ γὰρ "ἐγείρεται ἐν δυνάμει" οὐδὲν ἕτερον ἢ τοῦτο ἐμφαίνει. ἔτι δέ, εἰ οὐ γίνεται τῶν βρεφῶν ἀνάστασις, εὑρεθήσεται ὁ θεὸς μάτην πλασάμενος αὐτά. εἰ δὲ μάτην ποιεῖ ὁ θεὸς οὐδέν, ἀνάγκη ἄρα καὶ αὐτὰ εἰς τὸ εἶναι παραγενέσθαι διὰ τῆς ἀναστάσεως. πῶς δὲ οὐκ ἄκαιρον τὸ πρὸς τὴν ἐκδίκησιν τῆς τῶν βρεφῶν ἀναιρέσεως κατακρίνειν τὸν Ἡρώδην, τῶν βρεφῶν οὐκ ὄντων τῶν ἐκδικουμένων; μαρτυρεῖ δὲ τούτοις τὰ τοῦ βαπτιστοῦ Ἰωάννου ἐν τῇ κοιλίᾳ τῆς μητρός, τῆς ἀγαλλιάσεως σκιρτήματα, καὶ ὁ ὕμνος τῶν νηπίων καὶ θηλαζόντων. ΚΖʹ. Ἐρώτησις. Εἰ ἐψευσμένον ὑπάρχει καὶ μάταιον τὸ ὑπὸ τῶν αἱρετικῶν διδόμενον βάπτισμα, διατί οἱ ὀρθόδοξοι τὸν προσφεύγοντα τῇ ὀρθοδοξίᾳ αἱρετικὸν οὐ βαπτίζουσιν, ἀλλ' ὡς ἐν ἀληθεῖ τῷ νόθῳ ἐῶσι βαπτίσματι; εἰ δὲ καὶ χειροτονίαν τύχοι παρ' ἐκείνων δεξάμενος καὶ ταύτην ὡς βεβαίαν αὐτοὶ ἀποδέχονται, πῶς οὖν ὁ δεχθεὶς καὶ οἱ δεξάμενοι τὸ ἄμεμπτον ἔχουσιν; Ἀπόκρισις. Τοῦ αἱρετικοῦ ἐπὶ τὴν ὀρθοδοξίαν ἐρχομένου.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
