# Quaestiones et responsiones ad orthodoxos [Dub.] 39

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/39

παρὰ τὴν ἡμετέραν ἐπιγίνεται πρόθεσιν; εἰ δὲ ἀγαθόν, ὅπερ οὐκ οἶμαι, τίνος ἕνεκεν ἀπηγόρευται; Ἀπόκρισις. Ἡ μὲν πρόγνωσις τῶν μελλόντων τῆς ψυχῆς ἐστιν ὑπὸ τοῦ θείου πνεύματος φωτιζομένης πρὸς τὴν εἴδησιν τῶν τέως ἀδήλων καὶ οὐχ ὑπὸ τῆς ἀβουλήτου κινήσεως τοῦ σώματος· ὁ δὲ παλμὸς πάθος ἐστὶ σωματικὸν ἐκ τῆς διαδρομῆς τοῦ φυσικοῦ πνεύματος ἐν τῷ σώματι ὑφιστάμενον πάντων τῶν ζῴων. διὸ ἀνάξιον ἔκριναν οἱ ἅγιοι εἶναι κριτήριον τῶν μελλόντων τὸ τοιοῦτον σωματικὸν κίνημα. καθάπερ οἱ πταρμοὶ ῥινῶν καὶ ἦχοι ὤτων παρὰ τὴν ἡμετέραν παραγίνονται πρόθεσιν, οὕτω καὶ ὁ παλμός· ἔτι δὲ τοῖς εἰληφόσι τῆς μελλούσης καταστάσεως τὴν ἐλπίδα καὶ ἕνα ἔχουσι τὸν σκοπόν, τὸ πρὸς ἐκείνην διὰ παντὸς παρεσκευασμένως ὑποβλέπειν, περιττόν ἐστι τὸ φαιδρὸν ἢ σκυθρωπὸν ἐνταῦθα διὰ παλμῶν προγινώσκειν. καὶ εἰ ὁ αὐτὸς παλμὸς ὁ προμηνύων πλοῦτον τῷ βιωτικῷ ἀνθρώπῳ προσγίνεται καὶ τῷ ἀσκητῇ, πῶς οὐ διέψευσται ἡ διὰ παλμοῦ προμήνυσις τοῦ πλούτου, τῆς προαιρέσεως τοῦ ἀσκητοῦ οὐ μόνον τὴν ἐπίκτησιν τῶν οὐ παρόντων οὐχ αἱρουμένης, ἀλλ' οὐδὲ τὴν κτῆσιν τῶν παρόντων; Λʹ. Ἐρώτησις. Εἰ εἰς θάνατον καὶ φθορὰν οἱ ἁλιεῖς τοὺς ἰχθύας ἀπὸ τῶν ὑδάτων λαμβάνουσι, πῶς "εἰς ζωὴν αἰώνιον" ὁ δεσπότης Χριστὸς μέλλων διὰ τῶν ἀποστόλων τοὺς ἀνθρώπους εἰσαγαγεῖν "ἁλιεῖς" αὐτοὺς εἶναι "ἀνθρώπων" ἐπηγγείλατο; Ἀπόκρισις. Ἐπειδὴ ἐχρῆν τοὺς ὑπὸ τῶν ἀποστόλων ἀγρευομένους ἀνθρώπους τῇ σαγήνῃ τῆς βασιλείας ἀποθανεῖν ἀπὸ τῆς προτέρας αὐτῶν ἐν ἁμαρτίαις ζωῆς, διὰ τοῦτο τῇ ἄγρᾳ τῶν ἰχθύων παρείκασεν ὁ κύριος τὴν ἄγραν τῶν ἀνθρώπων. προσέ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
