# Quaestiones et responsiones ad orthodoxos [Dub.] 4

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/4

βάπτισμα καὶ ἡ χειροτονία, πῶς τοὺς τῇ ὀρθοδοξίᾳ προσφεύγοντας οὔτε βαπτίζουσιν, οὔτε χειροτονοῦσιν; κηʹ. Εἰ οὐχ ἥμαρτεν ὁ Ἰὼβ ἀρασάμενος τὴν ἡμέραν, δῆλον ὅτι ὡς δίκαιος εἰσηκούσθη. τὸν οἰκεῖον ὁ Θεὸς ἀνέτρεψεν ὅρον καὶ ἀνάγκη ζητεῖν κτλ. κθʹ. Εἰ ἡ τῶν παλμῶν παρατήρησις ὑπὸ τῶν εὐσεβῶν ἀπηγόρευται, διατί ταύτην οἱ βουλόμενοι ἀπωθεῖσθαι οὐ δύνανται; λʹ. Εἰ εἰς θάνατον καὶ φθορὰν οἱ ἁλιεῖς τοὺς ἰχθύας λαμβάνουσι, πῶς εἰς ζωὴν μέλλων ὁ Χριστὸς τοὺς ἀνθρώπους εἰσαγαγεῖν ἁλιεῖς τοὺς ἀποστόλους ὠνόμασεν; λαʹ. Εἰ σώφρονι λογισμῷ τὰς γαμικὰς ἡδονὰς οἱ μοναχοὶ ἀπεστράφησαν, διατί καθ' ὕπνους φαντάζονται; καὶ εἰ τῶν μυστηρίων δεῖ ἀπέχεσθαι. λβʹ. Εἰ τῷ σίτῳ συναυξάνεσθαι τὰ ζιζάνια ὁ Χριστὸς ἀπηγόρευσε, πῶς τὰ ζιζάνια πεπλήθυνται, ὁ δὲ σῖτος ἐξέλιπεν; λγʹ. Εἰ πρὸ τοῦ πάθους ὁ κύριος ηὔχετο τηρηθῆναι παρὰ τοῦ πατρὸς τοὺς μαθητάς, μετὰ δὲ ταῦτα Ἰούδας ἀπώλετο, πῶς ἐδέχθη ἡ εὐχή; λδʹ. Εἰ ὁ θεός ἐστι δημιουργὸς τῆς κτίσεως, πῶς τὰ Ἀπολλωνίου τελέσματα ἐν τοῖς τῆς κτίσεως δύνανται μέρεσιν; λεʹ. Εἰ ἐπαιδεύθη Μωυσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, πῶς ἀστρονομίαν καὶ γεωμετρίαν καὶ ἀστρολογίαν οὐ μετῄει; λϛʹ. Εἰ πάντα τὰ ὕδατα αἷμα ὑπὸ Μωσέως γέγονε, πῶς λέγει ἡ γραφὴ τὸ "ἐποίησαν δὲ καὶ οἱ ἐπαοιδοὶ ὡσαύτως"; λζʹ. Πῶς ὁ Μωυσῆς τὰ τοῦ Ἰωσὴφ ὀστᾶ ἐπιφερόμενος ἐναντία ἑαυτῷ ἐνομοθέτησεν, ἀκάθαρτον τὸν ἁπτόμενον νεκροῦ λέγων; ληʹ. Εἰ τὴν τῶν Φαρισαίων ἐσχηματισμένην εὐλάβειαν ἐλέγχων ὁ κύριος ἔλεγεν ὅτι "τάφοι κεκονιαμένοι εἰσί", τί ἄτοπον ἐργάζονται Ἕλληνες τοὺς νεκροὺς μυσαττόμενοι; λθʹ. Εἰ πεπλήρωτο ὁ οἶκος ἔνθα ὁ κύριος ἦν, πῶς οἱ τὴν ὀροφὴν καθαιροῦντες καὶ τὸν παράλυτον μετὰ τῆς κλίνης καθιέντες τοὺς ἐν τῷ οἴκῳ οὐκ ἔπληξαν;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
