# Quaestiones et responsiones ad orthodoxos [Dub.] 40

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/40

θηκε δὲ τὸ "εἰς ζωήν", τὸ ἐλλεῖπον τοῦ ὑποδείγματος τῷ ὑποδεικνυμένῳ προσθέμενος. ΛΑʹ. Ἐρώτησις. Εἰ σώφρονι λογισμῷ οἱ μοναχοὶ κατεχόμενοι τὰς γαμικὰς ἡδονὰς ἀπεστράφησαν, διατί ἐν ταῖς καθ' ὕπνον φαντασίαις τὰ ἀβούλητα πάσχουσι, καὶ οὐ μόνον εἰς τὰς τυχούσας ἀλλ' ἔστιν ὅτε μητράσι καὶ ἀδελφαῖς ὁμιλεῖν ἐν τῇ φαντασίᾳ νομίζουσι; τίσιν οὖν χρηστέον πρὸς τὴν ἀπαλλαγὴν τοῦ τοιούτου πολέμου; καὶ εἰ τὸν πολεμηθέντα δεῖ τῶν μυστηρίων ἀπέχεσθαι καὶ εἰ προσιέναι αὐτοῖς χρή, ἢ λουσάμενον ἢ ἑτέρῳ τινὶ χρησάμενον, ὥστε μὴ ἰουδαϊκῶς καθαίρεσθαι δίδαξον, ἐπειδὴ πολλή ἐστι περὶ τούτου καὶ παρὰ τῶν λογικωτέρων ἡ ζήτησις. Ἀπόκρισις. Ἐπειδὴ οἱ ἀνακείμενοι θεῷ ἄγρυπνον ἔχουσιν ἐχθρὸν ἀντίπαλον, τὸν πᾶσι τοῖς δυνατοῖς αὐτῷ τρόποις μηχανώμενον θεῖναι τοῖς εὐσεβέσι μῶμον, διὰ τοῦτο τὰ ἀβούλητα καθ' ὕπνον πάσχουσι. καίτοι εἰδὼς ὁ ἀντίπαλος, ὅτι τοῖς οὐκ ἐφ' ἡμῖν οὔτε ἐπὶ τοῖς σεμνοῖς ἐπαινούμεθα, οὔτε ἐπὶ τοῖς αἰσχροῖς ψεγόμεθα—ὁ γὰρ ἔπαινος καὶ ὁ ψόγος τῶν μετὰ συγκαταθέσεως τοῦ λογισμοῦ ὑφ' ἡμῶν πραττομένων ἐστί—, καὶ ὅτι τὰ ἐνύπνια τῶν οὐκ ἐφ' ἡμῖν ἐστιν, ἀλλ' ὅμως καὶ διὰ τῶν ἐνυπνίων κινεῖ ἐν ἡμῖν ἀμφοτέρων τὰς πράξεις, καὶ τῶν σεμνῶν καὶ τῶν αἰσχρῶν ταύτας ἔχων ἐν ἑαυτῷ τὰς ἐλπίδας, μήπως ἢ τῇ τῶν σεμνῶν καὶ τῶν αἰσχρῶν ἐργασίᾳ ἐξεγείραι ἡμᾶς εἰς ματαίαν καύχησιν τῶν ἡμῖν μὴ πεπραγμένων, ἢ τῇ τῶν αἰσχρῶν ἐργασίᾳ δυνηθείη εὑρεῖν ἡμᾶς ἐπὶ τῇ ἀνόμῳ πράξει τερπομένους. ἀλλὰ τὸ μὲν ἰδεῖν τὰ τοιαῦτα ἐνύπνια οὐκ ἔστιν ἐφ' ἡμῖν· τὸ δὲ τερφθῆναι ἐπὶ τῇ οὕτως ἀβουλήτῳ πράξει ἢ λυπηθῆναι, τοῦτο ἐφ' ἡμῖν ἐστι. κἂν μὲν οὖν εὑρῇ ἡμᾶς ἐπὶ τῇ ἀβουλήτῳ πράξει τερπομένους,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
