# Quaestiones et responsiones ad orthodoxos [Dub.] 41

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/41

καυχᾶται ὡς νικητὴς ὁ ἀντίπαλος· ἐὰν δὲ λυπουμένους ἡμᾶς, ματαιοῦται τῇ βουλῇ ἡττώμενος. ἱκανὸν οὖν ὑπάρχει πρὸς τὴν ἀπαλλαγὴν τοῦ κακοῦ τὸ λυπηθῆναι ἐπὶ τῷ ἀβουλήτως συμβεβηκότι καὶ δάκρυσιν ἀποπλύνειν τὸ μυσαρὸν τῶν οὕτως ἀβουλήτως ἐν ἡμῖν ὑφισταμένων φαντασιῶν, ἀπέχεσθαι δὲ τοὺς οὕτω τὰ ἀβούλητα πάσχοντας τῆς κοινωνίας τῶν θείων μυστηρίων οὐδ' ὅλως δίκαιόν ἐστιν· εἰ δὲ μή γε, ἀναιροῦμεν κατὰ τοῦτο τῶν βουλητῶν τε καὶ τῶν ἀβουλήτων κακῶν τὴν διαφοράν. ΛΒʹ. Ἐρώτησις. Εἰ τῷ σίτῳ συναυξάνεσθαι τὰ ζιζάνια ὁ κύριος καὶ δεσπότης Χριστὸς ἀπεφήνατο, πῶς τὰ μὲν ζιζάνια πεπλήθυνται, σχεδὸν δὲ ὁ σῖτος ἐξέλιπε; καὶ τίς ἡ ἀπόδειξις τοῦ εἶναι σῖτον τὸν ἐκλείψαντα; πῶς δὲ τῆς συναυξήσεως τούτων ἡ πρόρρησις οὐ διέψευσται; Ἀπόκρισις. Ἀπόδειξις τοῦ σῖτον εἶναι τὸν ἐκλείψαντα αὕτη ἐστίν, ἡ περὶ αὐτοῦ πρόρρησις λέγουσα· "διὰ τὸ πληθυνθῆναι τὴν ἁμαρτίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν". καὶ πάλιν· "ἐν ὑστέροις καιροῖς ἀφίστανταί τινες τῆς πίστεως καὶ προσέχουσι πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων". καὶ πάλιν· "ἀπὸ μὲν τῆς ἀληθείας ἀποστρέφονται, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται". καὶ πάλιν· "εἰσελεύσονται λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὑτῶν". ὅτι δὲ ἕως τῆς συντελείας τοῦ αἰῶνος οὐκ ἐκλείπει ὁ σῖτος, δηλοῖ ὁ κύριος λέγων· "διὰ δὲ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο ὁ πατήρ, κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι". ἀλλ' εἰ μὲν συνέβη τι τῷ σίτῳ, τὸ μὴ εἰρημένον περὶ αὐτοῦ αὐξανομένου τε

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
