# Quaestiones et responsiones ad orthodoxos [Dub.] 43

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/43

μυῶν καὶ θηρίων ἐπιδρομάς, ὡς ὁρῶμεν, κωλύουσι. καὶ εἰ τὰ ὑπὸ τοῦ κυρίου μὲν γεγονότα θαύματα ἐν μόνῃ τῇ διηγήσει φέρεται, τὰ δὲ παρ' ἐκείνου πλεῖστα καὶ ἐπ' αὐτῶν δεικνύμενα τῶν πραγμάτων, πῶς οὐκ ἀπατᾷ τοὺς ὁρῶντας; καὶ εἰ μὲν κατὰ θείαν τοῦτο συγχώρησιν γέγονε, πῶς ὁδηγὸς πρὸς ἑλληνισμὸν οὐ γέγονεν ἡ τοιαύτη συγχώρησις; εἰ δὲ μὴ τοῦτο, πῶς οὐ δυνάμει τῶν δαιμόνων ἐκεῖνα γεγένηται; πάλιν δέ, εἴπερ [ὁ θεὸς] ὡς ἀγαπητῷ γινομένῳ ἡδόμενος ἐκείνῳ συνήργησε, διατί μὴ διὰ προφητῶν ἢ δι' ἀποστόλων τὰ τοιαῦτα γεγένηται; εἰ δὲ μὴ ἠρέσκετο ὡς φαύλῳ, τίνος ἕνεκεν τὸ φαῦλον ἢ εὐθὺς οὐκ ἐκώλυσεν, ἢ μετὰ βραχὺ οὐ κατέλυσεν, ἀλλ' ἕως αἰῶνος τῶν μερῶν τῆς κτίσεως κρατεῖν συνεχώρησεν; Ἀπόκρισις. Ὁ μὲν Ἀπολλώνιος, ὡς ἀνὴρ ἐπιστήμων τῶν φυσικῶν δυνάμεων καὶ τῶν ἐν αὐταῖς συμπαθειῶν τε καὶ ἀντιπαθειῶν, κατὰ ταύτην τὴν ἐπιστήμην τὰ τελέσματα ἐποιεῖτο, οὐ κατὰ τὴν θείαν αὐθεντίαν. διὸ ἐν ἅπασι τοῖς ἀποτελέσμασιν ἐδεήθη τῆς τῶν ἐπιτηδείων ὑλῶν παραλήψεως, συνεργούσης αὐτῷ πρὸς τὴν τοῦ τελουμένου ἐκπλήρωσιν. ὁ δὲ σωτὴρ ἡμῶν Χριστὸς κατὰ τὴν θείαν αὑτοῦ αὐθεντίαν ποιῶν τὰ θαύματα, οὐδαμῶς ἐδεήθη ὕλης, ἀλλὰ τοῖς προστάγμασιν αὐτοῦ καὶ προρρήσεσιν ἠκολούθει καὶ ἀκολουθοῦσι τὰ πράγματα. καὶ τὰ μὲν ὑπὸ τοῦ Ἀπολλωνίου γεγονότα τελέσματα, ἐπειδὴ κατὰ τὴν ἐπιστήμην γεγένηνται τῶν φυσικῶν δυνάμεων πρὸς τὴν σωματικὴν τῶν ἀνθρώπων εὐεργεσίαν, οὐκ ἀνέτρεψεν ὁ κύριος· αὐτὸν δὲ τὸν δαίμονα τὸν ἐν τῷ ἐκείνου ἀγάλματι ἱδρυμένον, τὸν ἐν ταῖς μαντείαις ἀπατήσαντα τοὺς ἀνθρώπους ὡς θεὸν σέβειν καὶ τιμᾶν τὸν Ἀπολλώνιον ἐφίμωσε, καταργήσας αὐτοῦ τὰς μαντείας· σὺν αὐτῷ δὲ καὶ τῶν λοιπῶν δαιμόνων τῶν ἐν τῷ θεῶν ὀνόματι ὑπὸ τῶν Ἑλλήνων τι-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
