# Quaestiones et responsiones ad orthodoxos [Dub.] 46

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 46. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/46

τερα τῷ Μωυσῇ εἰς φυλακὴν προκείμενα, τὸ μὴ παραβαίνειν τὸν ὅρκον καὶ τὸ μὴ ἅπτεσθαι νεκροῦ, διὰ τοῦτο τῇ λύσει τοῦ νόμου, λέγοντος "μὴ ἅψησθε νεκροῦ", ἐφύλαξε τὸν ὅρκον ἀπαράβατον· ἀδύνατον γὰρ ἦν αὐτῷ ἀμφότερα φυλάττειν ἀπαράβατα, καὶ τὸν νόμον καὶ τὸν ὅρκον. τῇ μὲν οὖν φυλακῇ τοῦ ὅρκου λύει τὴν ἐλάττονα φυλακὴν τοῦ νόμου· πανταχοῦ γὰρ τὸ ἔλαττον αἱρετώτερον τοῦ μείζονος κακοῦ· καὶ τοιαῦτα πολλὰ εὑρίσκεται ἐν τῇ θείᾳ γραφῇ, ἅτινα οὐ λογίζεται ὁ θεὸς εἰς ἁμαρτίαν τῶν παραβαινόντων αὐτὰ διὰ τὴν ἐν αὐτοῖς συμβεβηκυῖαν ἀνάγκην, ὡς τὴν ὀκταήμερον περιτομὴν καὶ τὴν ἑπταήμερον περικύκλωσιν τῆς Ἱεριχὼ καὶ τὴν ἐν σαββάτῳ προσαγωγὴν τῶν θυσιῶν, ἅτινα περιέχουσι τοῦ σαββάτου τὴν λύσιν. ἔτι δέ, εἰ ἔταξεν ὁ προφήτης τοὺς ἐκ διαδοχῆς βαστάζοντας τοῦ Ἰωσὴφ τὰ ὀστέα καὶ κατὰ καιροὺς διὰ τῆς ἐν τῷ καθαρῷ ὕδατι κατὰ τὸν νόμον ἀποπλύσεως τούτους τοῦ μιάσματος καθαρίζεσθαι, οὐδ' οὕτως ἐναντίον ὧν εἶπέν τι διεπράξατο ὁ προφήτης· τὸ δὲ ζητεῖν διατί οὐκ εἶπεν ὁ προφήτης τούτων τὴν αἰτίαν, ὅμοιόν ἐστι τῷ λέγειν διατί μὴ πᾶσαι αἱ γραφαὶ ἡρμηνευμέναι παρεδόθησαν παρὰ τῶν ἐκτεθεικότων αὐτάς· ἐπειδὴ γὰρ ἐν τῇ τοῦ πράγματος διηγήσει ἐμφαντικῶς περιέχεται ἡ τοῦ πράγματος αἰτία, διὰ τοῦτο οὐκ ἐδοκίμασε τὸ ἐκθετικῶς ταύτην δηλῶσαι. ΛΗʹ. Ἐρώτησις. Εἰ τὴν τῶν Φαρισαίων ἐσχηματισμένην ὁ κύριος ἐλέγχων εὐλάβειαν ἔλεγεν ὅτι τάφοι κεκονιαμένοι εἰσί, πεπληρωμένοι ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας, καὶ ἐν τῷ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
