# Quaestiones et responsiones ad orthodoxos [Dub.] 5

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/5

μʹ. Εἰ ἑκάστῳ ἀνθρώπῳ ἄγγελος φύλαξ καθέστηκεν, οἱ δὲ ἄνθρωποι αὔξησιν καὶ μείωσιν δεχόμενοι, ὡς ἐπὶ τοῦ κατακλυσμοῦ, ποίαν λειτουργίαν οἱ ἄγγελοι μειούμενοι τότε ἐπλήρουν; μαʹ. Εἰ νεύματι θείῳ αἱ νεφέλαι τὸν ὑετὸν καταπέμπουσι, διατί οἱ ἐπαοιδοὶ ἔνθα βούλονται χαλάζας ἀμέτρους καὶ ὑετοὺς ἀκοντίζουσιν; μβʹ. Εἰ θνητὴν ὁ θεὸς τὴν ἡμετέραν ἔκτισε φύσιν, πῶς λέγει ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησε; μγʹ. Εἰ τῶν ἀνθρώπων ἡ φύσις ὡς θνητὴ τὸ οἰκεῖον ἐπιγινώσκει πέρας, ὁ δὲ ἑκάστου χρόνος οὐ κατά τινά ἐστιν ὅρον, πῶς τῷ Ἐζεκίᾳ προσετέθη χρόνος; μδʹ. Καὶ ὥραις καὶ ἡμέραις τὰ καθ' ἡμᾶς οὐ κατέχεται· πῶς ἐν τῷ γάμῳ εἶπεν ὁ κύριος "οὔπω ἥκει ἡ ὥρα μου" καὶ ὁ εὐαγγελιστὴς "οὔπω ἐληλύθει ἡ ὥρα"; μεʹ. Εἰ καθὼς φασί τινες ὅτι ὁ κατακλυσμὸς οὐκ ἐν παντὶ τῷ κόσμῳ γέγονεν, ἀλλ' ἔνθα οἱ ἄνθρωποι ᾤκουν, πῶς λέγει ὅτι ὑψώθη τὸ ὕδωρ ἐπάνω πάντων τόπων; μϛʹ. Εἰ πάντων τῶν ἀλόγων δημιουργός ἐστιν ὁ θεός, διατί τὰ μὲν αὐτῶν καθαρὰ τὰ δὲ ἀκάθαρτα ἡ γραφὴ προσηγόρευσεν; μζʹ. Εἰ ἀποχὴν καὶ μετάληψιν ἀκαθάρτων καὶ καθαρῶν μόνοις διηγόρευται τοῖς Ἰσραηλίταις, πῶς καὶ οἱ ἐν τῇ νέᾳ μετάληψιν καθαρῶν καὶ ἀκαθάρτων γινώσκουσιν; μηʹ. Εἰ τὸ σκεῦος, ὅπερ ὁ Πέτρος ἐθεάσατο, εἶχε πάντα τὰ καθαρὰ καὶ ἀκάθαρτα πετεινὰ καὶ τετράποδα, πῶς οὐ δείκνυται πάντα ἀπαγορεύσας ἀκάθαρτα; μθʹ. Εἰ τὸ θεῖον τροπῆς ἀνεπίδεκτον, διατί περὶ τῆς χρίσεως τοῦ Σαοὺλ λέγει μεταμεμελεῖσθαι καὶ περὶ τῆς Νινευὶ ὅτι μετενόησεν; νʹ. Εἰ τὸ Ἰωάννου βάπτισμα μὴ κατὰ νόμον ἦν, πῶς οὐκ ἦν παράνομον; ναʹ. Εἰ πιστώσασθαι τοὺς μαθητὰς ὁ Ἰωάννης περὶ τοῦ Χριστοῦ ἠβούλετο, ὅτε ἀπέστειλεν αὐτούς, διατί μὴ κατὰ ἀπόφασιν ἀλλὰ κατὰ πεῦσιν αὐτοὺς τῷ Χριστῷ προσήγαγεν;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
