# Quaestiones et responsiones ad orthodoxos [Dub.] 50

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 50. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/50

εἰσελθεῖν εἰς τὸν κόσμον τῇ τοῦ ἀνθρώπου παρακοῇ· εἰ μὲν γὰρ ὥσπερ ἐποίησεν ὁ θεὸς θνητὴν τὴν φύσιν, οὕτως ἐποίησε καὶ τὸν θάνατον, οὐκ ἂν διὰ τῆς παρακοῆς τοῦτον εἰσήγαγεν, ἀλλὰ χωρὶς παρακοῆς· εἰ δὲ διὰ τῆς παρακοῆς ὁ θάνατος καὶ ὁ θεὸς τὴν παρακοὴν οὐκ ἐποίησεν, οὐδ' ἄρα τὸν θάνατον. ΜΓʹ. Ἐρώτησις. Εἰ τῶν ἀνθρώπων ἡ φύσις ὡς θνητὴ μὲν τὸ οἰκεῖον ἐπιγινώσκει πέρας, ὁ δὲ ἑκάστου χρόνος οὐ κατά τινά ἐστιν ὅρον, ὅπερ καλοῦσιν οἱ ἐκτὸς εἱμαρμένην, πῶς τῷ Ἐζεκίᾳ προσετέθησαν χρόνοι; τὸ γὰρ προστεθὲν ὑπὸ τοῦ προορισθέντος ἀριθμοῦ δῆλον ὅτι λαμβάνεται. πόθεν οὖν ἐπὶ τῶν τελευτώντων τὸ τοῦ χρόνου ἀόριστον δείκνυται; Ἀπόκρισις. Ὅτι δὲ οὐχ ὥρισται τῆς ἑκάστου ζωῆς ὁ χρόνος, δείκνυται ἐκ τῶν γραφικῶν φωνῶν οὕτως. "ἐάν" φησίν "ἐν τῷ πεδίῳ εὕρῃ ἄνθρωπος νεάνιδα μεμνηστευμένην καὶ βιασάμενος αὐτὴν κοιμηθῇ μετ' αὐτῆς, τὸν μὲν ἄνθρωπον ἀποκτείνατε, τὴν δὲ νεάνιδα μὴ ἀποκτείνητε· ὃν γὰρ τρόπον ἐπεγείρεται ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ καὶ πατάσσων αὐτὸν (φονεύεται) ψυχή, οὕτως ἐγένετο τὸ πρᾶγμα τοῦτο· καὶ ἐβόησεν ἡ νεᾶνις καὶ ὁ βοηθῶν αὐτῇ οὐκ ἦν". οὐκ ἂν δὲ παρείκασεν ἡ θεία γραφὴ τὴν βεβιασμένην κοίμησιν τῇ βεβιασμένῃ ἀναιρέσει, εἰ ἦν ὁ θάνατος τοῦ ἀνθρώπου ὡρισμένος· τὸ γὰρ παρὰ θεοῦ ὡρισμένον ἀβίαστόν τε καὶ ἀπαράβατον· ἀλλ' εἰ τοῦτο, δῆλον ὅτι οὔτε τῇ προωρισμένῃ ζωῇ τοῦ Ἐζεκία προσετέθησαν οἱ χρόνοι τῆς ζωῆς, ἀλλὰ τοῖς ἀορίστως προλαβοῦσιν ἔτεσιν αὐτοῦ, ὧν τὸ τέλος ἐγίνετο διὰ τοῦ θανατικοῦ πάθους, μὴ τοῦ θεοῦ ἐκ τοῦ πάθους ἰασαμένου αὐτὸν καὶ εἰς τὸ ζῆν αὐτὸν ἀποκαταστήσαντος.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
