# Quaestiones et responsiones ad orthodoxos [Dub.] 51

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/51

ΜΔʹ. Ἐρώτησις. Καὶ εἰ ὥραις καὶ ἡμέραις τὰ καθ' ἡμᾶς οὐ κατέχεται, πῶς ἐν τῷ γάμῳ ὁ κύριος ἔλεγε τὸ "οὔπω ἥκει ἡ ὥρα μου" καὶ ὁ εὐαγγελιστὴς περὶ αὐτοῦ τὸ "οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ"; Ἀπόκρισις. Εἰ καὶ ὥραις καὶ ἡμέραις τὰ καθ' ἡμᾶς οὐ κατέχεται, ἀλλ' ὅμως τῶν παρ' ἡμῖν ἢ περὶ ἡμᾶς γιγνομένων τὰ μὲν γίγνεται ἐν ἐπιτηδείῳ καιρῷ, τὰ δὲ ἐν ἀνεπιτηδείῳ. καλεῖ οὖν ἡ θεία γραφὴ τὸν ἐπιτήδειον πρὸς τὸ γιγνόμενον πρᾶγμα καιρὸν παρουσίαν τῆς ὥρας, τὸν δὲ ἀνεπιτήδειον ἀπουσίαν τῆς ὥρας· καὶ ἐπειδὴ μετὰ τὴν ποίησιν τοῦ οἴνου καιρὸν ἐπιτήδειον ἡγεῖτο ὁ κύριος τῆς ἐκ τοῦ γάμου ἀναχωρήσεως, διὰ τοῦτο πρὸ τῆς ποιήσεως τοῦ οἴνου εἶπεν "οὔπω ἥκει ἡ ὥρα μου". καὶ πάλιν ἐπειδὴ ἐν τῷ καιρῷ τοῦ πάσχα τῶν Ἰουδαίων ἐχρῆν τὸν κύριον συλληφθῆναι καὶ παθεῖν ἃ ἔπαθε, διὰ τοῦτο πρὸ τοῦ πάσχα ἐρρέθη περὶ αὐτοῦ, ὅτι "οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ", οὐ τῆς ἀνάγκης τῆς ὥρας κωλυούσης αὐτοῦ τὴν σύλληψιν, ἀλλ' ἡ τοῦ θεοῦ πρόνοια. εἰ γὰρ τῇ ἀνάγκῃ τῆς ὥρας ἐκωλύετο τοῦ κυρίου ἡ σύλληψις, οὐκ ἂν ταύτην προσῆψεν ἡ θεία γραφὴ τῷ χωρισμῷ τοῦ τόπου· "ἀνεχώρησε" γάρ, φησίν, "ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι οἱ Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἀποκτεῖναι"· οὐ μὴν οὐδὲ πρὸ τούτου εἰς Αἴγυπτον ἀνεχώρει, ἱκανῆς οὔσης τῆς ὥρας φυλάττειν αὐτὸν ἀσύλληπτον.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
