Ancient Greek
Page 52
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 52
Not analysed yet
ΜΕʹ. Ἐρώτησις. Εἰ καθώς φασί τινες ὁ κατακλυσμὸς ἐν παντὶ τῷ κόσμῳ οὐ γέγονεν, ἀλλ' ἔνθα οἱ τότε ἄνθρωποι ᾤκουν, πῶς ἀληθὲς ὅτι "ὑψώθη τὸ ὕδωρ ἐπάνω πάντων τῶν ὑψηλῶν ὀρέων ιδʹ πήχεις"; Ἀπόκρισις. Οὐ δοκεῖ ἀληθὲς εἶναι τὸ μὴ ἐν παντὶ τῷ κόσμῳ τὸν κατακλυσμὸν γεγονέναι, εἰ μή τι ἄρα κοιλότεροι ἦσαν οἱ τόποι, ἔνθα ὁ κατακλυσμὸς γεγένηται, τῶν λοιπῶν τόπων τῆς γῆς. Μϛʹ. Ἐρώτησις. Εἰ τῶν ἀλόγων ἁπάντων δημιουργὸς εἷς ἐστιν, ὁ θεός, διατί τὸ διχηλοῦν ὁπλὴν καὶ μηρυκισμὸν ἔχον καθαρὸν εἶναι ἀπεφήνατο; καὶ πάλιν, διατί τὸ μηρυκισμὸν μὲν ἔχον, οἷον κάμηλος, ὁπλὴν δὲ μὴ διχηλοῦν ἐν τοῖς ἀκαθάρτοις τέτακται; καὶ τὸ ἔμπαλιν, τὸ ὁπλὴν μὲν διχηλοῦν, μηρυκισμὸν δὲ μὴ ἔχον, οἷον χοῖρος, ἐν τοῖς καθαροῖς οὐ λελόγισται, καὶ ἐν τοῖς ἰχθύσι δὲ τὰ ἀλεπίδωτα; καὶ τὰ πετεινὰ δὲ διατί διῄρηνται, καίτοι τινῶν καθαρῶν, εἴ γε συγχωροῦνται, ταὐτὰ τοῖς ἀκαθάρτοις ἐσθιόντων καὶ πραττόντων; Ἀπόκρισις. Φύσει μὲν καθαρὰ ὑπάρχει πάντα τὰ ζῷα καὶ καλὰ ἐξ ἀρχῆς ὑπὸ τοῦ θεοῦ γεγονότα, κατὰ τὸ εἰρημένον "καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε καὶ ἰδοὺ καλὰ λίαν" καὶ τῆς θείας τετυχηκότα εὐλογίας, λεγούσης "αὐξάνεσθε καὶ πληθύνεσθε". ἀλλ' ἐπειδὴ ἐβούλετο ὁ θεός, ὥσπερ ἐν πᾶσι τοῖς ἀνθρωπίνοις, οὕτως καὶ ἐν τοῖς ἐσθιομένοις, ὑπὸ τὸν ζυγὸν τῆς τοῦ νόμου δουλείας ποιήσασθαι τοὺς Ἰουδαίους, διὰ τοῦτο τῶν ζῴων καὶ πετεινῶν καὶ ἰχθύων τινὰ μὲν ὠνόμασε καθαρά, ὧν τὴν σφαγὴν καὶ τὴν βρῶσιν τοῖς Ἰουδαίοις ἐπέτρεψε, τινὰ δὲ ἀκάθαρτα ὠνόμασεν, ὧν τὴν βρῶσιν ἀπεῖργε. καθαρὰ οὖν ταῦτα καὶ ἀκάθαρτα