# Quaestiones et responsiones ad orthodoxos [Dub.] 53

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 53. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/53

λέγονται, καθαρὰ μὲν διὰ τὴν φύσιν, ἀκάθαρτα δὲ διὰ τὸν νόμον. ἄλλως δὲ πάλιν καθαρὰ καὶ ἀκάθαρτα λέγονται διὰ ταύτην τὴν αἰτίαν· ἐπειδὴ ἐν τῇ Αἰγύπτῳ τότε πάντα τὰ ζῷα πλὴν χοίρου ἐθεοποιοῦντο, διὰ τοῦτο τῶν ζῴων τὰ μὲν καθαρὰ τὰ δὲ ἀκάθαρτα ὠνόμασεν, καὶ τὰ μὲν καθαρὰ ἐπέτρεψεν αὐτοῖς θύειν καὶ ἐσθίειν, τὰ δὲ μὴ ἐσθίειν ὡς ἀκάθαρτα, δι' ἑκατέρου δεικνύων αὐτὰ ἀνάξια ὄντα τῆς τοῦ θεοῦ προσηγορίας τε καὶ τιμῆς, καὶ διὰ τὸ θύεσθαι καὶ ἐσθίεσθαι αὐτὰ καὶ διὰ τὸ καλεῖσθαι αὐτὰ ἀκάθαρτα. ΜΖʹ. Ἐρώτησις. Εἰ ἀποχὴν καὶ μετάληψιν ἀκαθάρτων τε καὶ καθαρῶν τοῖς ἐν τῇ παλαιᾷ νόμοις ἡ διάταξις ἡ νομικὴ διηγόρευσε, πῶς καὶ οἱ ἐν τῇ νέᾳ μετάληψιν καθαρῶν καὶ ἀποχὴν ἀκαθάρτων γινώσκουσιν, οὐδενὸς αὐτοῖς νόμου ταύτην τὴν διαφορὰν ἐκδιδάξαντος; ἀλλ' εἰ μὲν τοῦτο ποιοῦσι κατὰ τὴν τοῦ νόμου παράδοσιν, ἐχρῆν αὐτοὺς πάντων μεταλαμβάνειν καὶ ἀπέχεσθαι ὧν ὁ νόμος ἐκήρυξε. πῶς οὖν πάντων κατὰ νόμον οὐκ ἐσθίουσιν, [οἷον] καμηλοπαρδάλεως; εἰ δὲ μὴ τῷ νόμῳ δεδούλωνται, πῶς πάλιν τῶν ὑπ' αὐτοῦ ἀπαγορευθέντων ἀπέχονται, οἷον ἵππου ἢ καμήλου ἢ μυὸς ἤ τινος τῶν λοιπῶν ἀκαθάρτων; νυνὶ δὲ μηδὲ καθόλου τῷ νόμῳ πειθόμενοι, μηδὲ εἰς τὸ παντελὲς αὐτῷ ἀπειθοῦντες, πῶς οὐ δοκοῦσιν ἀπὸ μέρους ποιεῖσθαι τὴν ἑκάστου φυλακὴν καὶ παράβασιν, λέγω δὴ τοῦ νόμου καὶ τῆς χάριτος, καὶ τῇ ἀμφοτέρων ἀπειθείᾳ καὶ πεισμονῇ ὑπὸ νόμον καὶ χάριν [εἶναι] καὶ πάλιν μὴ ὑπὸ τούτοις καθεστάναι; Ἀπόκρισις. Ἐν τῇ νέᾳ διαθήκῃ οὐδὲν τῶν εἰσερχομένων εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον. ἀπέχονται δὲ ὧν οὐ μεταλαμβάνουσιν, οὐ κατὰ διαγόρευσιν τοῦ νόμου, ἀλλὰ κατὰ [τὸ] δυσάρεστον τῆς τῶν οὐ μεταλαμβανόντων ἑκουσίου συνειδήσεως. τινὲς δὲ διὰ τὴν κατόρθωσιν τῆς ἐγκρατείας, κατὰ τὴν οἰκείαν ἀρέ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
