# Quaestiones et responsiones ad orthodoxos [Dub.] 56

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 56. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/56

Νʹ. Ἐρώτησις. Εἰ τὸ Ἰωάννου βάπτισμα μὴ κατὰ νόμον ἦν, ὥσπερ οὔτε ἦν, πῶς οὐκ ἦν παρὰ τὸν νόμον; εἰ δὲ παρὰ τὸν νόμον ἦν, πῶς ὑπὸ τῶν ἐννόμων ἐδέχθη; πῶς δὲ οὐ παράνομοι οἱ ὑπὸ τὸν νόμον ὄντες καὶ τὸ παρὰ τὸν νόμον δεξάμενοι βάπτισμα; εἰ δὲ ὑπὲρ τὸν νόμον ἐτύγχανε τὸ τῆς χάριτος βάπτισμα, μήτε κατὰ νόμον μήτε παρὰ νόμον μήτε ὑπὲρ νόμον λεγόμενον, κατὰ τί γινόμενον εὑρεθήσεται; Ἀπόκρισις. Τὸ βάπτισμα Ἰωάννου προοίμιον ἦν τοῦ εὐαγγελίου τῆς χάριτος, διὸ καὶ ὑπὲρ τὸν νόμον ἦν· οὐδὲ γὰρ ἐνεδέχετο τοὺς κατὰ νόμον ἁμαρτήσαντας ἐν τούτῳ διὰ μετανοίας καὶ πίστεως τοῦ Χριστοῦ δέξασθαι τὴν συγχώρησιν, μὴ ὄντι ὑπὲρ τὸν νόμον. ΝΑʹ. Ἐρώτησις. Εἰ πιστώσασθαι τοὺς μαθητὰς ὁ Ἰωάννης περὶ τοῦ Χριστοῦ ὅτι αὐτός ἐστιν ἠβούλετο, ὅτε ἀπέστειλεν αὐτοὺς πρὸς αὐτόν, τοῦτο γάρ τινες εἰρήκασι, διατί μὴ κατὰ ἀπόφασιν εἶπεν αὐτοῖς, ἀλλὰ κατὰ πεῦσιν δι' αὐτῶν τῷ Χριστῷ προσήγαγεν; εἰ δὲ αὐτὸς διὰ τὸ τῇ εἱρκτῇ ἑαυτὸν ἐμβεβλῆσθαι ἐκ τῶν λεγομένων ποικίλως εἰς τὴν περὶ αὐτοῦ ἀμφιβολίαν κατέστη, καὶ γὰρ τοῦτο εἰρήκασιν ἕτεροι, διατί. ὡς μηδέπω αὐτὸν ἐλθόντα ἐγνωκὼς ἐπηρώτα; τὸ γὰρ "σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν", ὡς μηδέπω μὲν τὸν Χριστὸν παραγενόμενον, ἔρχεσθαι δὲ αὐτὸν προσδοκώμενον τὴν ὑπόνοιαν δίδωσι· πεπεισμένος γὰρ τοῦτο, οὐκ ἂν ἐπηρώτησε "σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερός τις παρ' ἐκεῖνον"; Ἀπόκρισις. Ὅτι μὲν οὐκ ἠγνόει ὁ Ἰωάννης, ὅτι ἐλήλυθεν ἤδη ὁ Χριστός, παντί που δῆλόν ἐστιν· ἐπειδὴ δὲ διάφοροι φῆμαι

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
