# Quaestiones et responsiones ad orthodoxos [Dub.] 57

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 57. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/57

περὶ ὧν ἐποιήσατο θαυμάτων ὁ Ἰησοῦς διέτρεχον, τῶν μὲν λεγόντων Ἠλίας εἶναι ὁ ταῦτα πεποιηκώς, τῶν δὲ Ἱερεμίας. τῶν δὲ ἄλλος τις τῶν προφητῶν, ταύτας τὰς φήμας ἀκούων ὁ Ἰωάννης ἐν τῇ εἱρκτῇ πέμπει τοὺς μαθητὰς αὑτοῦ μαθεῖν, εἰ ὁ τὰ σημεῖα ποιῶν αὐτός ἐστιν ὁ ὑπ' αὐτοῦ μαρτυρηθείς, ἢ ἕτερός τις, ὁ παρὰ τῶν πολλῶν θρυλλούμενος. γνοὺς δὲ ὁ Ἰησοῦς τοῦ Ἰωάννου τὸν σκοπόν, ἐπὶ τῆς παρουσίας τῶν μαθητῶν Ἰωάννου ἐποίησε πολλὰ θαύματα, πείθων αὐτοὺς καὶ δι' αὐτῶν καὶ τὸν Ἰωάννην, ὡς αὐτὸς εἴη πεποιηκὼς καὶ τὰ ἐπ' ὀνόματι ἑτέρων φημιζόμενα θαύματα, ὁ ὑπ' αὐτοῦ μαρτυρηθείς. ΝΒʹ. Ἐρώτησις. Εἰ πάντας ἕλκειν πρὸς ἑαυτὸν ὁ δεσπότης Χριστὸς μετὰ τὴν οἰκείαν ὕψωσιν ἐπηγγείλατο, πῶς οὐ πάντες τῇ εἰς αὐτὸν πίστει προσέδραμον; πῶς δὲ αὐτὸς ἐπαγγειλάμενος πρὸς ἑαυτὸν ἕλκειν οὐκ ἐναντιοῦται τῷ "οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ πατήρ μου ἑλκύσῃ αὐτόν"; Ἀπόκρισις. Ἀπὸ τοῦ οἰκείου τέλους πᾶς λόγος κρίνεται· τέλος δὲ τὸ πάντας ἕλκειν πρὸς ἑαυτόν, "ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν". οὐ χρὴ οὖν τὰ τοῦ τέλους πρὸ τοῦ τέλους ἀπαιτεῖν. ἕλκει δὲ ὁ πατὴρ πρὸς τὸν υἱὸν τῷ δοῦναι τῷ υἱῷ τὴν ἐξουσίαν τε καὶ δύναμιν τοῦ δύνασθαι πάντας ἕλκειν πρὸς ἑαυτόν· διὸ οὐδὲν ἐναντίον ἐν τοῖς λόγοις. ΝΙʹ. Ἐρώτησις. Εἰ ἐν τοῖς δαιμονιῶσιν οἱ δαίμονες διηνεκῶς ἐνοικοῦσι, πῶς ἑτέροις κατασκευάζουσι βλάβας; εἰ δὲ τοῦτο ποιοῦσι τῶν πασχόντων πρὸς βραχὺ χωριζόμενοι, πῶς, ὅτε ἀοράτῳ δυνάμει ἀπ' αὐτῶν διωχθῶσιν, οὐκέτι ἐν αὐτοῖς ἴχνη τῆς οἰκείας παρουσίας δεικνύουσιν;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
