# Quaestiones et responsiones ad orthodoxos [Dub.] 6

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/6

νβʹ. Εἰ πάντας ἕλκειν πρὸς ἑαυτὸν ὁ δεσπότης Χριστὸς μετὰ τὴν οἰκείαν ὕψωσιν ἐπηγγείλατο, πῶς οὐ πάντες τῇ εἰς αὐτὸν πίστει προσέδραμον; νγʹ. Εἰ ἐν τοῖς δαιμονῶσιν οἱ δαίμονες διηνεκῶς κατοικοῦσι, πῶς ἑτέροις κατασκευάζουσι βλάβας; νδʹ. Εἰ μόνου θεοῦ ἐστιν ἰσχὺν καὶ ζωὴν διδόναι τοῖς σώμασι, πῶς τοῦτο ποιοῦσιν οἱ δαίμονες ἰσχὺν παρέχοντες, ὥστε δεσμὰ διαρρήσσειν; νεʹ. Εἰ τῶν μερῶν τῆς κτίσεως οἱ δαίμονες οὐκ ἐξουσιάζουσι, πῶς τῶν χρησμῶν αὐτῶν παρακουσθέντων τοῖς Ἕλλησι τιμωρίαν ἐπήγαγον; νϛʹ. Εἰ ἐν τῇ κιβωτῷ δύο δύο καὶ ἑπτὰ ἑπτὰ εἰσηνέχθησαν ἄλογα, πῶς οὐ δʹ καὶ ιδʹ εἰσηνέχθησαν; νζʹ. Ἐπειδὴ τὴν τῶν πολυομμάτων ὀπτασίαν Ἡσαΐας καὶ Ἰεζεκιὴλ ἐθεάσαντο, ἆρα ἀμφοτέροις ἕν τι ἀποκαλύπτεται; νηʹ. Διατί ἐπὶ τοῦ Ἰεζεκιὴλ ὁ θεὸς κατακέχρηται τῷ "υἱὲ ἀνθρώπου", ὅπερ ἐπὶ τῶν ἄλλων προφητῶν οὐκ ἐποίησε, καὶ εἰ ἀληθῶς ἀνέστη τὰ ὀστᾶ ἃ ἐθεάσατο; νθʹ. Εἰ καλὰ τὰ τοῦ βίου πάντα, διατί οἱ τούτων ἀπεχόμενοι ἐπαινοῦνται ἐν ταῖς γραφαῖς; ξʹ. Εἰ ἐν τοῖς στοιχείοις οὐ πρόσεστιν αἴσθησις, διατί Μωυσῆς καὶ Ἡσαΐας τούτοις διαμαρτύρεται; ξαʹ. Διατί ὁ κύριος ἔλεγε τῇ Μαριὰμ "μή μου ἅπτου" καὶ τοῖς μαθηταῖς μετὰ τοῦτο ἐπέ(τρεπε) τοῦτο ποιεῖν; ξβʹ. Τίς ἡ ἀπόδειξις τοῦ μόνα δύο θηρία τε καὶ κτήνη ἐν τῇ κοσμοποιίᾳ παρῆχθαι; ἐπειδὴ τοῦτό τινες τῶν εὐσεβῶν εἰρήκασι. ξγʹ. Ἐπειδὴ πάλαι μὲν οἱ παῖδες τὸ "ὡσαννὰ" ὕμνουν, ἡμεῖς δὲ τὸ "ἀλληλούια" νῦν, τίς ἐστιν ἡ τούτων ἑρμηνεία; ξδʹ. Εἰ ἄτρεπτον τὸ θεῖον, πῶς βλασφημούμενον καὶ εὐφημούμενον τὰς ἀμοιβὰς ἀμφοτέροις πολλάκις ἀξίως ἀποδίδωσι; ξεʹ. Εἰ εὐσεβεῖ ζήλῳ τὰς ἐγγαστριμύθους Σαοὺλ ἀνεῖλε, διατί

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
