# Quaestiones et responsiones ad orthodoxos [Dub.] 60

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 60. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/60

Ἡσαΐας καὶ Ἰεζεκιὴλ ἐθεάσατο, ἆρα ἀμφοτέροις ἕν τι ἀπεκαλύπτετο, ἢ θατέρῳ ἐδείκνυτο θάτερον; τί δὲ καὶ ἐδήλου τὸ δεικνύμενον; Ἀπόκρισις. Διὰ μὲν τῆς κατὰ τὸν προφήτην Ἡσαΐαν ὀπτασίας τὸ κατὰ Χριστὸν ἐδήλου μυστήριον, καθήμενον ἐπὶ θρόνου δόξης καὶ τῇ βρώσει τῆς ἁγίας αὑτοῦ σαρκὸς καθαρισμὸν ποιοῦντα ἁμαρτίας εὐσεβῶν ἀνθρώπων τῶν ἐν πάσῃ τῇ γῇ δοξαζόντων τὴν ἁγίαν καὶ ὁμούσιον τριάδα ἐπὶ τῷ μεγέθει τῶν θείων δωρεῶν, ἧς τῷ ὀνόματι βαπτισθέντες ἐδικαιώθησαν, λαβόντες τῆς τῶν οὐρανίων τε καὶ αἰωνίων ἀγαθῶν μετουσίας τὴν ἐλπίδα· ὃν γὰρ ἐθεάσατο ὁ προφήτης ἄνθρακα τοῖς ἀκαθάρτοις αὐτοῦ χείλεσι προσαγόμενον εἰς κάθαρσιν ἀνομιῶν καὶ ἁμαρτιῶν, μήνυμα εἶχε τῆς δεσποτικῆς σαρκός, καθαριζούσης τὸ συνειδὸς τῶν ἐσθιόντων αὐτὴν ἀπὸ πάσης ἁμαρτίας. διὰ δὲ τῆς κατὰ τὸν προφήτην Ἰεζεκιὴλ ὀπτασίας τὰ μέλλοντα ἐδήλου συμβήσεσθαι τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος, ψυχαγωγίαν ἔχοντα τῶν ἐν τῇ αἰχμαλωσίᾳ ἐν Βαβυλῶνι ὄντων Ἰσραηλιτῶν· ἐθεάσατο γὰρ ὁ προφήτης τὰ τετραπρόσωπα ζῷα, ὁμοίωμα ἔχοντα ἀνθρώπου τε καὶ λέοντος, μόσχου τε καὶ ἀετοῦ. λέγει δὲ καὶ ὁ προφήτης Δανιὴλ περὶ τοῦ Ναβουχοδονόσορ, ὅτι ηὐξήθησαν οἱ ὄνυχες αὐτοῦ ὡς ἀετοῦ καὶ αἱ τρίχες αὐτοῦ ὡς λέοντος, καὶ χόρτον ἐψώμισαν αὐτὸν ὡς τὸν μόσχον, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῷ. ἐκ ταύτης δὲ τῆς ὀπτασίας ψυχαγωγίαν τινὰ ἐντίθησι τοῖς Ἰσραηλίταις τοῖς πρὸς τὴν κραταιάν τε καὶ ἰσχυρὰν σφόδρα τῶν Βαβυλωνίων δυναστείαν ἀποβλεψαμένοις, ἐν ἀπογνώσει καθεστῶσι τοῦ μὴ δύνασθαι ἔτι ἐκ τῆς τοιαύτης αἰχμαλωσίας τυχεῖν ἐλευθερίας. ἵνα οὖν ἀπὸ ταύτης τῆς ἀπογνώσεως μεταστήσῃ τοὺς Ἰσραηλίτας ὁ θεὸς καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
