# Quaestiones et responsiones ad orthodoxos [Dub.] 61

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 61. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/61

παρασκευάσῃ αὐτοὺς πρὸς τὴν αὑτοῦ δυναστείαν ἀποβλέπειν, δείκνυσι τῷ προφήτῃ ἡμέρου τε καὶ ἀνημέρου ζῴου τὴν σύζευξιν καὶ βαρυσώμου καὶ πετεινοῦ τὴν σύμπτησιν· ἥμερον γὰρ ζῷον ὁ ἄνθρωπος, ἀνήμερον δὲ ὁ λέων καὶ βαρύσωμον μὲν ζῷον ὁ μόσχος, πετεινὸν δὲ καὶ κοῦφον ζῷον ὁ ἀετός. ἐν ἐκείνοις μὲν δηλοῖ τὴν τῆς βασιλείας ἐξ ἀνημέρου εἰς ἡμερότητα μετάστασιν, ἐν τούτοις δὲ [τὴν] τῆς βαρύτητος τῆς δουλείας εἰς τὴν ἐλευθερίαν μεταβολήν· ὑπόζυγος γὰρ ὁ μόσχος, ζυγοῦ δὲ ἐλεύθερος ὁ ἀετός. δείκνυσι δὲ τῷ προφήτῃ καὶ τροχόν, ἐν τῷ τροχῷ μηνύων τὴν τῶν Ἰουδαίων ἀναγωγὴν εἰς αἰχμαλωσίαν καὶ ἐπαναγωγὴν εἰς τὰ ἴδια. ΝΗʹ. Ἐρώτησις. Διατί ἐπὶ τοῦ Ἰεζεκιὴλ κατακέχρηται ὁ θεῖος χρησμὸς τῷ τοῦ "υἱὲ ἀνθρώπου" προσρήματι, ὅπερ ἐπὶ τῶν ἄλλων προφητῶν οὐκ ἐποίησε; καὶ εἰ τὴν παγκόσμιον ἀνάστασιν ἐπὶ τῶν ξηρῶν ὀστέων ὁ αὐτὸς προφήτης τεθέαται, καὶ εἰ τῷ ὄντι ἀνέστησαν τὰ ὀστέα, ἄνθρωποι γενόμενοι τέλειοι, καθὼς ἡ τοῦ αὐτοῦ προφήτου βίβλος διδάσκει, σαφήνισον. Ἀπόκρισις. Ἐπειδὴ ἔμελλε διὰ τοῦ προφήτου Ἰεζεκιὴλ κατ' ὀπτασίαν προζωγραφεῖσθαι τῶν νεκρῶν ἡ ἀνάστασις, μέλλουσα γίνεσθαι ἐπὶ πραγμάτων διὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου κατὰ τὸ εἰρημένον "ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ οἱ ἀκούσαντες ζήσονται". διὰ τοῦτο καλεῖται τῷ τοῦ υἱοῦ τοὺ ἀνθρώπου ὀνόματι· καὶ καθάπερ Ἰησοῦς τοῦ Ναυὴ μέλλων κατ' αὐθεντίαν ἡλίῳ καὶ σελήνῃ προστάττειν τὴν στάσιν λαμβάνει τοῦ Ἰησοῦ τὸ ὄνομα τὸ ὑπὸ τῆς κτίσεως (διὰ) τὴν ὑπακοὴν τοῦ προ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
