# Quaestiones et responsiones ad orthodoxos [Dub.] 66

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 66. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/66

θεόν, ὥστε ἀνατρέψαι τὴν ἀποδοκιμάσασαν αὐτὸν τῆς βασιλείας οἰκείαν ψῆφον, οὐ τὴν ἀσέβειαν τῶν ἐγγαστριμύθων μισῶν, ἀλλὰ τὴν βασιλείαν φιλῶν. καὶ ἐπειδὴ οὐ προσεδέξατο ὁ θεὸς τὸν σκοπὸν αὐτοῦ, διὰ τοῦτο αὐτὸν ἐγκατέλιπεν ἐπιδεηθῆναι ὧν οὐκ ἀγαθῷ σκοπῷ ἐποιήσατο τὴν ἀναίρεσιν· τὰ δὲ ἄλλα πάντα τὰ ὑπὸ τῆς ἐγγαστριμύθου γεγονότα, κατὰ τὴν ἐνέργειαν γεγένηται τοῦ δαίμονος τοῦ τὰς ὄψεις φαντάσαντος τῶν ὁρώντων τὸν οὐκ ὄντα Σαμουὴλ ὡς τὸν Σαμουὴλ ὁρᾶν. ἡ δὲ ἀλήθεια τῶν ῥημάτων γέγονεν ἐκ τοῦ θεοῦ τοῦ δεδωκότος τῷ δαίμονι ἐν σχήματι τοῦ Σαμουὴλ ὀφθῆναι τῇ ἐγγαστριμύθῳ καὶ δεῖξαι τοῦ μέλλοντος τὴν δήλωσιν. καὶ ἐπειδὴ τοῦ Σαμουὴλ οὐκ ἤκουσεν ὁ Σαούλ, τοῦ εἰρηκότος αὐτῷ τῆς βασιλείας τὴν ἀφαίρεσιν, ἀλλὰ καὶ μετὰ τὴν θείαν ψῆφον τὴν ἀποδοκιμάσασαν αὐτὸν τῆς βασιλείας ἔτι ἀντεποιεῖτο τῆς βασιλείας, διὰ τοῦτο ἀνάξιον αὐτὸν ἔκρινεν ὁ θεὸς τοῦ διὰ τῶν ἀνακειμένων αὐτῷ προμηνῦσαι αὐτῷ τὰ ἐσόμενα, καθάπερ πεποίηκε καὶ ἐπὶ τὸν Ἀχαὰβ βασιλέα τοῦ Ἰσραήλ, τὸν ἀπιστήσαντα τοῖς τῆς ἀληθείας προφήταις καὶ πιστεύσαντα τοῖς ψευδοπροφήταις· δι' ἣν αἰτίαν ἔπεμψεν αὐτῷ πνεῦμα ψευδές, καθώς φησιν ἡ βίβλος τῶν Βασιλειῶν· ᾧ πιστεύσας ὁ Ἀχαάβ, ἀπατηθεὶς ἀπῆλθεν εἰς πόλεμον καὶ ζῶν οὐκ ἀνέκαμψεν. Ξϛʹ. Ἐρώτησις. Εἰ ἄρρεν καὶ θῆλυ ἕνεκεν παιδοποιίας ἐκτίσθη, ταύτης ἐν τῇ ἀναστάσει οὐ γινομένης, ἆρα ἀνίστανται οἱ ἄνθρωποι τὴν τῶν παιδοποιῶν μορίων διαφορὰν ἔχοντες; καὶ εἰ τοῦτο, πῶς οὐκ ἔστι περιττὸν τὸ μέλη ἐπάγεσθαι ἄπρακτα; Ἀπόκρισις. Εἰ καὶ πρὸς παιδοποιίαν οὐκ ἔστι χρήσιμα τὰ γεννητικὰ μόρια μετὰ τὴν ἀνάστασιν, ἀλλὰ πρὸς ἀνάμνησιν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
