# Quaestiones et responsiones ad orthodoxos [Dub.] 69

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/69

οὐρανοὺς ὀνομάζειν, ὡς "τὰ πετεινὰ τοῦ οὐρανοῦ" καὶ "ὑετὸς ἐξ οὐρανοῦ" καὶ "τὰ ἄστρα τοῦ οὐρανοῦ". ἐκ τῆς ἀκολουθίας οὖν τῶν κειμένων φωνῶν νοοῦμεν οὐρανοὺς κατ' οὐσίαν μὲν δύο καὶ πρὸς τούτοις ἕτερον, οὗπερ τῆς θέας ἔτυχεν ὁ μακάριος Παῦλος, κατὰ διαστήματα δὲ καὶ πλείονας. οὕτω δὲ νοουμένων τῶν οὐρανῶν οὐδεμία ἐναντίωσις ἐν τοῖς λόγοις ὑπολειφθήσεται. ΟΑʹ. Ἐρώτησις. Εἰ τὸ προσάπτειν τῷ Χριστῷ ἄγνοιαν ἐστὶν ἀσεβές, δῆλον ὅτι πάντων ἔχει τελείαν τὴν πρόγνωσιν. πῶς οὖν οὐκ ἔστιν αἴτιος τῆς τοῦ Ἰούδα προδοσίας καὶ τῆς τοῦ Πέτρου ἐνωμότου ἀρνήσεως ὁ ταῦτα μὲν προγνούς, τούτους δὲ ἐκλεξάμενος; καὶ περὶ τῆς τοῦ διαβόλου καὶ τοῦ πρωτοπλάστου ὑπὸ τοῦ θεοῦ ποιήσεως ὁ αὐτὸς λόγος ἁρμόσειεν; Ἀπόκρισις. Εἰ ἔδει τὸν Χριστὸν δι' ἑνὸς τῶν αὐτοῦ μαθητῶν παραδοθῆναι, "ἵνα ἡ γραφὴ πληρωθῇ", δῆλον ὅτι αἴτιός ἐστιν ὁ Χριστὸς τῆς ἐκπληρώσεως τῆς γραφῆς καὶ οὐ τῆς προδοσίας τοῦ Ἰούδα· ταύτης γὰρ αὐτὸς ὁ Ἰούδας ἦν αἴτιος, ἣν μέλλουσαν προειδὼς ὁ θεὸς προεῖπε διὰ τῆς γραφῆς. καὶ οὐκ ἔστιν ἡ πρόγνωσις αἰτία τοῦ μέλλοντος ἔσεσθαι, ἀλλὰ τὸ μέλλον ἔσεσθαι αἴτιον τῆς προγνώσεως· οὐ γὰρ τῇ προγνώσει ἕπεται τὸ μέλλον, ἀλλὰ τῷ μέλλοντι ἕπεται ἡ πρόγνωσις. οὐδαμῶς οὖν ὁ προγινώσκων αἴτιός ἐστι τοῦ μέλλοντος ἔσεσθαι. ὥστε οὐχ ὁ Χριστός ἐστιν αἴτιος τῆς προδοσίας, ἀλλ' ἡ προδοσία αἰτία τῆς τοῦ Χριστοῦ προγνώσεως. καὶ ἐπὶ τοῦ διαβόλου καὶ τοῦ πρωτοπλάστου ὁ αὐτὸς λόγος. ΟΒʹ. Ἐρώτησις. Εἰ ἐν τῇ νυκτὶ ὁ ἥλιος ἀποκρύπτεται, πῶς οὐ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
