# Quaestiones et responsiones ad orthodoxos [Dub.] 71

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 71. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/71

ἕξομεν; εἰ δὲ ὁ οὐρανὸς κατὰ ἀμφοτέρους ἐν τόπῳ καὶ ἑκατέροις ἡ τοῦ τόπου ποιότης καὶ ποσότης καθέστηκεν ἄγνωστος, τί πλέον θάτεροι θατέρων κεκτῆσθαι δυνάμεθα, τῆς περὶ τῶν προλεχθέντων καταγνώσεώς τε καὶ ἀγνοίας ἑκατέρους ἐπίσης κατεχούσης; Ἀπόκρισις. Εἰ μὲν γὰρ ἔλεγον οἱ χριστιανοὶ τὸν οὐρανὸν μὴ εἶναι ἐν τόπῳ, καθάπερ λέγουσιν οἱ Ἕλληνες, ἴση ἂν ἔμελλεν εἶναι ἡ παρ' ἀλλήλων κατάγνωσις, λεγόντων μὴ εἶναι τὸν οὐρανὸν ἐν τόπῳ· φωναῖς δὲ σημαντικαῖς τοῦ ἐν τόπῳ εἶναι τὸν οὐρανὸν πρὸς ἀλλήλους χρησαμένων, παντελῶς ἀνῄρηται ἡ τοιαύτη κατάγνωσις. εἰ δὲ τοῦ μὲν σφαῖραν εἶναι τὸν οὐρανὸν καὶ σφαιρικῶς κινεῖσθαι ἀδυνάτου ὄντος, τοῦ δὲ ὡς καμάραν εἶναι αὐτοῦ δυνατοῦ δεικνυμένου, οὐδεμία ἄρα ἡ τῶν χριστιανῶν ἐπὶ τῇ ἀγνοίᾳ κατάγνωσις. περὶ δὲ τοῦ τόπου ἐκ τῶν καθ' ἡμᾶς στοχαζόμεθα περὶ αὐτοῦ, ὅτι ὥσπερ παρ' ἡμῖν ὅταν ᾖ περιφερὲς σῶμα, ὁμαλόν τε καὶ κοῖλον καὶ πανταχόθεν ἰσοπερίμετρον, ἐὰν πωμασθῇ ἐπὶ τὰ ὕδατα, βαστάζεται ἐπὶ τῶν ὑδάτων, τούτῳ τῷ τρόπῳ βαστάζεται ὁ οὐρανὸς ὑπὸ τῶν ὑδάτων. "ὁ τανύσας", φησί, "τὸν οὐρανὸν ὡσεὶ καμάραν"· τῷ τῆς καμάρας ὀνόματι τὸ περιφερὲς ἐδήλωσε τοῦ σώματος τοῦ οὐρανοῦ. βαστάζει οὖν τὸν μὲν οὐρανὸν τὰ ὕδατα, τὰ δὲ ὕδατα ἡ γῇ, τὴν δὲ γῆν τὸ θεῖον πρόσταγμα· "ὁ κρεμάσας γὰρ τὴν γῆν" φησίν "ἐπ' οὐδενός". ΟΔʹ. Ἐρώτησις. Εἰ ἡ διαφορὰ κατὰ τὰς μορφὰς χρήσιμος ἡμῖν ἐνταῦθα ὑπάρχει διά τε τὰς τοῦ σώματος χρείας καὶ τὰ ἐπιτηδεύματα καὶ τὰ συναλλάγματα, ἀνενδεοῦς ἐν τῇ ἀναστάσει ἀνισταμένου τοῦ σώματος, εἰ μὲν τῇ αὐτῇ τῶν μορφῶν διαφορᾷ ἀνι-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
