# Quaestiones et responsiones ad orthodoxos [Dub.] 72

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/72

στάμεθα, πῶς οὐκ ἄχρηστος αὕτη; εἰ δὲ ἐν μιᾷ ὁμοιότητι, τίς ἡ τούτου ἀπόδειξις; πῶς δὲ ἡ περὶ Λαζάρου καὶ τοῦ πλουσίου παραβολὴ τῶν μορφῶν οὐ δείκνυται τὸ διάφορον; πάντως γὰρ ἐκ ταύτης τὸν Λάζαρον ἐπέγνω ὁ πλούσιος. εἰ δὲ λέγοιέν τινες, ὡς γνῶσις ἐδόθη αὐτῷ πρὸς τὴν τοῦ Λαζάρου καὶ τοῦ Ἀβραὰμ ἐπίγνωσιν, πόθεν τοῦτο παραστήσουσι; καὶ ἐπὶ τοῦ κυρίου δέ, ἡνίκα τὰ "σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστη καὶ ἐνεφανίσθησαν πολλοῖς"; πάντως τῇ ἰδίᾳ μορφῇ τοῖς γνωρίμοις ἕκαστος εὐεπίγνωστος γέγονεν. Ἀπόκρισις. Πολλαὶ μέν εἰσιν αἱ αἰτίαι δι' ἃς χρὴ τοὺς ἀνισταμένους ἐν τῇ οἰκείᾳ ἀνίστασθαι μορφῇ, πρῶτον μὲν πρὸς ἔνδειξιν τῆς θείας καὶ μεγάλης γνώσεως τοῦ θεοῦ, τοῦ δυνηθέντος ἐν τοσούτῳ ἀριθμήτῳ πλήθει τῶν ἀνισταμένων ἑκάστῳ ἀποσῴζειν τὴν οἰκείαν μόρφωσιν· ἔπειτα δὲ ἵνα μὴ νομισθῇ δημιουργῶν καινοὺς ἀνθρώπους καὶ μὴ τοὺς τεθνηκότας ἀνιστῶν, διὰ τοῦτο ἕκαστον τῶν ἀνισταμένων ἐν τῇ οἰκείᾳ ἐγείρει μορφῇ, οὐκ ἀώρῳ μέντοι τῇ ἡλικίᾳ· ἔτι δέ, ἵνα μὴ ἀπόλλυται τῆς κρίσεως τὸ δίκαιον, χρὴ ἕκαστον ἐκ τῶν ἀνισταμένων τὴν οἰκείαν ἔχειν μορφήν· ἀγνοουμένων γὰρ τῶν μορφῶν τοῦ τε ἀδικήσαντος καὶ τοῦ ἀδικηθέντος, ἀπόλλυται τῆς κρίσεως τὸ δίκαιον· ἔτι δέ, εἰ λυθεισῶν τῶν χρειῶν δι' ἃς ἀναγκαία γέγονε τῶν μορφῶν ἡ διαφορά, περιττὴ καὶ ἄχρηστος εὑρίσκεται αὕτη. ἀνάγκη ἄρα σὺν ταύτῃ περιττὴ καὶ ἄχρηστος εἶναι καὶ τῶν ὀνομασιῶν ἡ διαφορά. πῶς οὖν ὁ πλούσιος τὸν Λάζαρον καλεῖ, ἐκ τῆς κατὰ τὴν ὀνομασίαν διαφορᾶς μὴ γνωριζομένων τῶν προσώπων; τὸ δὲ κατὰ τὸν Λάζαρον καὶ τὸν πλούσιον διήγημα οὔτε παραβολή ἐστιν, εἰ καὶ παραβολικῶς εἴρηται,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
