# Quaestiones et responsiones ad orthodoxos [Dub.] 76

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 76. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/76

ναις ὥραις προσθεῖναι κατὰ στοχασμὸν τὸ ἀσύστατον· φησὶ γὰρ Ματθαῖος ὁ εὐαγγελιστὴς οὕτως· "πρωίας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν. καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι". ὡσαύτως δὲ καὶ Ἰωάννης ὁ εὐαγγελιστής φησιν· "ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωί". καὶ πάλιν· "ὁ οὖν Πιλᾶτος ἀκούσας τούτων τῶν λόγων ἤγαγεν ἔξω τὸν Ἰησοῦν καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, ἑβραϊστὶ δὲ Γαβαθᾶ. ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ἦν ὡσεὶ ἕκτη". εἰ τοίνυν τῇ νυκτὶ μὲν παρεδόθη καὶ ἐκρίθη ὑπὸ τῶν ἀρχιερέων καὶ κατεκρίθη, τῷ πρωὶ δὲ παρεδόθη τῷ Πιλάτῳ καὶ τῇ ἕκτῃ ὥρᾳ τῆς παρασκευῆς ἐσταυρώθη, δῆλον ὅτι τῇ πέμπτῃ ἡ παράδοσις γεγένηται. Πʹ. Ἐρώτησις. Εἰ μὴ τὸ αἷμα τοῦ ἀνθρώπου ἐστὶν ἡ ψυχή, διατί ἐκχυθέντος ἐκείνου τὸ ζῷον ἀπόλλυται, καὶ διὰ ποίων ὑποδειγμάτων δείκνυται ὅτι ἐστὶ ψυχὴ ἐν τῷ σώματι ἢ ἕτερόν τι ἐν τῇ κτίσει ἀόρατον; Ἀπόκρισις. Ἔχοντες τὰς φωνὰς τοῦ δημιουργοῦ τῆς κτίσεως τὰς διαστελλούσας τὴν ψυχὴν τοῦ σώματος, ἀξιοπιστότερα τούτων ὑποδείγματα εἰς παράστασιν τῆς τοῦ ζητουμένου ἀληθείας οὐκ ὀφείλομεν ἀπαιτεῖν· τῷ γὰρ δοῦναι τῷ Διαβόλῳ κατὰ πάσης τῆς σωματικῆς τοῦ Ἰὼβ συστάσεως ἐξουσίαν τοῦ πατάξαι αὐτήν, ὡς βούλεται, καὶ κωλῦσαι αὐτὸν τοῦ μὴ ἅψασθαι αὐτοῦ τῆς ψυχῆς, δείκνυσι τὴν ἄπληκτον ψυχὴν ἕτερόν τι παρὰ τὴν πεπληγ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
