# Quaestiones et responsiones ad orthodoxos [Dub.] 77

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/77

μένην αὐτοῦ σάρκα. ὡσαύτως δὲ καὶ τὸ "μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι" τοῦτο δηλοῖ, τὸ εἶναί τι τοῦ ἀναιρεθέντος ἀνθρώπου τὸ ἐν ἀθανασίᾳ διαμένον καὶ μετὰ τὸν τοῦ σώματος θάνατον, ὅπερ ἄτοπον λέγειν αἷμα τὸ ἐκχυθὲν καὶ φθαρέν. πρόδηλον ἄρα ὅτι ἔστι τι ἡ ψυχὴ ἀόρατον τοῖς ἀνθρώποις κατὰ τὴν οἰκείαν φύσιν. ΠΑʹ. Ἐρώτησις. Διατί ὁ ἑπτὰ ἀριθμὸς ἐναλλαγὴν δέχεται; καὶ γὰρ ἐν σαββάτῳ ὡς τὰ πολλὰ ὁ ἀὴρ μεταβάλλεται, καὶ ἡ τοῦ ἀνθρώπου κατὰ τὴν ἡλικίαν προκοπὴ ἐν τούτῳ τῷ ἀριθμῷ λαμβάνει τὴν ἐπίδοσιν, ὀδόντων μὲν φυομένων τῷ ἑβδόμῳ μηνί, τῷ δ' αὐτῷ ἔτει ἀλλασσομένων τούτων, διπλασιασθέντων δὲ πάλιν, σπερματικὴν προσκτωμένου δύναμιν. καὶ ἵνα συντόμως εἴπω, ὁ ἀριθμὸς τῶν ἑπτὰ τὴν αὔξησιν τῶν ἀνθρώπων ἐργάζεται καὶ τῶν νοσημάτων ποιεῖται διάκρισιν, καὶ ἐν νόμῳ δὲ τῶν λοιπῶν ἀριθμῶν τὸ αἰδεσιμώτερον κέκτηται. Ἀπόκρισις. Πρὸς τὴν δύναμιν τῆς φύσεως τῶν ἔργων ἡ τῆς φύσεως ἐκπλήρωσις γίνεται καὶ οὐ πρὸς τὴν χρονικὴν παράτασιν ἑβδομάδι μηνῶν ἢ ἐνιαυτῶν ὡρισμένην· διὸ τὰ ὀνομασθέντα ἔργα τῆς φύσεως ἐν τῇ ἐρωτήσει πολλάκις θᾶττον ἢ βραδύτερον τῶν ἑπτὰ ἀριθμῶν ἐπὶ τὴν οἰκείαν ἄγει ἡ φύσις τελειότητα· ἅπερ οὐκ ἂν ἐγίνετο, εἰ ἡ φύσις τῇ ἑβδομάδι καὶ μὴ ἡ ἑβδομὰς τῇ φύσει ἠκολούθει. οὐχ ἡ ἑβδομὰς οὖν αἰτία τῆς ἐκπληρώσεως τῶν ἔργων τῆς φύσεως, ἀλλ' ἡ δύναμις τῆς φύσεως αἰτία τῆς ἑβδομάδος, καθ' ἣν συμβῆναι τῇ φύσει τὰ οἰκεῖα ἔργα ἐκτελέσαι. ὡσαύτως δὲ καὶ περὶ τῶν ἄλλων ἀριθμῶν μηνῶν τε καὶ ἐνιαυτῶν, δι' ὧν ἐκπληροῦται τὸ ἔργον τῆς φύσεως ἐν τοῖς

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
