# Quaestiones et responsiones ad orthodoxos [Dub.] 78

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 78. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/78

λοιποῖς ζῴοις τε καὶ φυτοῖς, ἡ δύναμις τῆς φύσεώς ἐστιν αἰτία τοῦ ἴσου χρόνου, καὶ τοῦ πλείονος καὶ ἐλάττονος. αἰδεσιμώτερος δὲ ἐν τῇ θείᾳ γραφῇ ὁ ἑπτὰ ἀριθμός, ὅτι ἐν αὐτῷ περιέχεται ὁ πᾶς χρόνος τῆς τε τοῦ κόσμου ποιήσεως καὶ τῆς τοῦ πεποιηκότος αὐτὸν καταπαύσεως, ἑξὰς μὲν τῆς ποιήσεως, μονὰς δὲ τῆς καταπαύσεως. ἵνα οὖν φυλαχθῇ ἡ μνήμη τῆς τοῦ κόσμου ποιήσεως ἐν τοῖς ἀνθρώποις, διὰ τοῦτο τιμιώτερον τῶν ἄλλων ἀριθμῶν ἔταξε τὸν ἐπτὰ ἀριθμὸν ἐν τῇ θείᾳ γραφῇ. ΠΒʹ. Ἐρώτησις. Εἰ τὸ χαίρειν καὶ γαυριᾶν ἐν τοῖς χαρίσμασιν ἀπηγόρευται ὡς ὑπερηφανείας ποιητικόν, ταπεινοφροσύνη δὲ καὶ ἐπιείκεια τοῖς ταῦτα εἰληφόσιν ὑπὸ τῆς θείας γραφῆς παραδέδοται, πῶς οὐκ ἀνωφελῆ αὐτοῖς τὰ δωρήματα, αἴσθησιν ἐπὶ τοῦ παρόντος ἐκείνοις τοῦ οἰκείου καλοῦ παρασχεῖν οὐ δυνάμενα; Ἀπόκρισις. Τὸ χαίρειν ἐπὶ τοῖς χαρίσμασι μετὰ τῆς ὑπερηφανείας ἀπαγορεύει, ὡς ἀναιρετικὸν τοῦ χαίρειν καλῶς· τὸ χαίρειν δὲ ἐπὶ τοῖς χαρίσμασι μετὰ τῆς ἐπιεικείας, οὐ μόνον οὐκ ἀποτρέπει, ἀλλὰ τὸ ἐναντίον ἐπὶ τὴν τοιαύτην χαρὰν ἐπιτρέπει, ποτὲ μὲν λέγων ὁ σωτήρ "χαίρετε ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς", ποτὲ δὲ ὁ ἀπόστολος φησίν "χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ χαίρετε· τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις", τῷ διπλασιασμῷ τοῦ "χαίρετε" τὴν ἐπίτασιν τῆς χαρᾶς ἐμφαίνων. οὔτε οὖν ἡ χαρὰ ἀναιρεῖ τὴν ἐπιείκειαν, οὔτε ἡ ἐπιείκεια ἀναιρεῖ τὴν αἴσθησιν τῆς χαρᾶς, ἀλλὰ δι' ἑκατέρας ἑκατέρα φυλάττεται. ΠΓʹ. Ἐρώτησις. Ἐπειδή τινες περὶ τῆς τοῦ κόσμου συστάσεως ἔφασαν στοχαζόμενοι ὡς ἑξακισχίλια ἔτη μόνα συστήσεται, εἰ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
