# Quaestiones et responsiones ad orthodoxos [Dub.] 79

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 79. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/79

ἀληθὲς τοῦτο δι' ὑποδειγμάτων ἐναργῶν ἐπιδείκνυται εἴ τε ἐκ τῆς θείας γραφῆς καὶ εἰ ἄδηλον, μάθωμεν. Ἀπόκρισις. Ἔνεστι διὰ πολλῶν γραφικῶν φωνῶν τεκμήρασθαι ἀληθεύειν τοὺς λέγοντας ἑξακισχίλια ἔτη εἶναι τὸν χρόνον τῆς παρούσης τοῦ κόσμου συστάσεως, ποτὲ μὲν λέγουσα "ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ", ποτὲ δὲ "εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε", ποτὲ δὲ "ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου". πᾶσαι δὲ αἱ τοιαῦται φωναὶ ἐν τῇ ἕκτῃ ἐρρέθησαν χιλιάδι, ἐν ᾗ ἐσμεν. ΠΔʹ. Ἐρώτησις. Εἰ τότε ἄφθονος δείκνυται ἕκαστος, ὅτε, ὅπερ ἐπίσταται καὶ δύναται καλὸν ποιεῖν, τοῖς πλησίον χαρίζεται, πῶς οὐ φθονερὸς ὁ θεὸς πάντας δυνάμενος ποιῆσαι θεοὺς καὶ μὴ ποιήσας; ἐπεὶ δὲ καλὸν τὸ θεός * εἰ δὲ μὴ φθονερός, πῶς οὐκ ἀδυναμίᾳ τοῦτο οὐκ ἐποίησε; δυοῖν γὰρ θάτερον ὑποπτεύειν ἀνάγκη. Ἀπόκρισις. Πολύτροπός τίς ἐστιν ἡ ἐν ταύτῃ τῇ ἐρωτήσει περιεχομένη ἀτοπία· ἐν αὐτῇ γὰρ συντέτακται τοῖς κτίσμασιν ὁ θεός, τοῖς ἀφθόνως χαριζομένοις τοῖς πλησίον ἃ δύνανται ποιεῖν ἢ ἐπίστανται καλά· τὸ γὰρ πλησίον θεοῦ, οὐ χρῄζει θεοῦ εἰς παροχήν· ἔχει γὰρ πρὸς αὐτὸν ἐν ἅπασι τὸ ἴσον. ἔτι δέ, εἰ θεοὺς μόνον ἐποίει ὁ θεός, τὸν κόσμον οὐκ ἂν ἐποίει· ἀναγκαίως γὰρ χρῄζει ὁ κόσμος τῶν μερῶν τῶν καθυπέρβασιν καὶ ὑπόβασιν οὐσίας ἀλλήλων διαφερόντων· ἔτι δέ, εἰ τῶν ἀδυνάτων γίνεται οὐδέν, ἀδύνατον δὲ γενέσθαι θεόν—ἄκτιστος γὰρ καὶ ἀποίητος ὁ θεός—, πῶς οὐκ ἔστιν ἄλογον τότε λέγειν τὸν θεὸν ἄφθονον, ὅτε τὰ μὴ ἐνδεχόμενα ποιεῖ; ἔτι δὲ καλόν ἐστιν ὁ θεός, ὅτι ἄκτιστός ἐστι καὶ κτίστης. οὐδὲν δὲ τῶν κτιστῶν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
