# Quaestiones et responsiones ad orthodoxos [Dub.] 83

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/83

λος, εἰς τὸν παράδεισον αὐτοῦ τῆς ψυχῆς εἰσαχθείσης, καὶ μάλισθ' ὅτι ὁ μὲν παράδεισος αἰσθητός, νοητὴ δὲ ἔστι τῆς ψυχῆς ἡ οὐσία; Ἀπόκρισις. Ὄφελος γέγονε τῷ λῃστῇ, εἰς τὸν παράδεισον εἰσελθόντι, τὸ ἔργοις μαθεῖν τῆς πίστεως τὸ ὠφέλιμον, δι' ἧς ἠξιώθη τοῦ συναθροίσματος τῶν ἁγίων, ἐν ᾧ φυλάττεται ἕως τῆς ἡμέρας τῆς ἀναστάσεώς τε καὶ ἀνταποδόσεως· καὶ ἔχει τοῦ παραδείσου τὴν αἴσθησιν, καθ' ἣν ὁρῶσιν αἱ ψυχαὶ ἑαυτάς, ἔτι δὲ καὶ τοὺς ἀγγέλους καὶ τοὺς δαίμονας—οὐ γὰρ νοήσει ὁρᾷ ψυχὴ ψυχήν, οὔτε ἄγγελος ἄγγελον, οὔτε δαίμων δαίμονα, ἀλλὰ κατὰ τὴν ῥηθεῖσαν ἐννοηματικὴν αἴσθησιν ὁρῶσιν ἑαυτούς τε καὶ ἀλλήλους—, ἔτι τε καὶ τὰ σωματικὰ πάντα. ΠΘʹ. Ἐρώτησις. Εἰ τῇ συνεργίᾳ τῶν τοῦ σώματος αἰσθήσεων τῶν αἰσθητῶν ἡ ψυχὴ λαμβάνει τὴν αἴσθησιν, αἰσθητὰ δὲ τὰ καλὰ καὶ τὰ φαῦλα τυγχάνουσι, πῶς οὐκ ἀναισθητεῖ ἡ ψυχὴ χωρισθεῖσα τοῦ σώματος; εἰ δὲ ἀναισθητεῖ, δῆλον ὅτι νενέκρωται· νεκρῶν γὰρ καὶ ζώντων διαφορὰν ἀναισθησία διακρίνει καὶ αἴσθησις, Ἀπόκρισις. Πᾶσαι αἱ κτισταί τε καὶ λογικαὶ οὐσίαι διπλᾶς ἔχουσι καταληπτικὰς δυνάμεις, αἰσθητικήν τε καὶ νοητικήν· αἰσθητικὴν μὲν τὴν ἐννοηματικὴν λεγομένην, καθ' ἣν καταλαμβάνουσιν ἑαυτάς τε καὶ ἀλλήλας· νοητικὴν δέ, καθ' ἣν δέχονται τὴν γνῶσιν τοῦ ὑπὲρ ἐκείνας. οὐ συνεργίᾳ οὖν τοῦ σώματος αἱ ψυχαὶ τῶν αἰσθητῶν λαμβάνουσι τὴν αἴσθησιν, ἀλλ' αὐτὴ ἡ ψυχὴ αἴσθησις οὖσα τῇ ἑαυτῆς παρουσίᾳ αἰσθητικὸν τὸ ζῷον ποιεῖ. καὶ ὡς μὲν πρὸς τὸ ζῷόν ἐστιν αἴσθησις, ὡς δὲ πρὸς ἑαυτὴν αἰσθητική, καὶ οὐδέποτε γίνεται νεκρά· ἡ γὰρ νέκρωσις τοῦ ἐμψύχου,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
