# Quaestiones et responsiones ad orthodoxos [Dub.] 86

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 86. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/86

σίας εἰς τὰ τῶν εἰδώλων σεβάσματα, οἱ υἱοὶ αὐτοῦ αἰχμάλωτοι ἐγένοντο. εἰ δὲ ἀπέστησαν μὲν τῆς εὐσεβείας τοῦ πατρὸς αὑτῶν, ἀνελάβοντο δὲ τῶν εἰδώλων τὴν λατρείαν καὶ εἰδωλολατροῦντες ᾐχμαλωτίσθησαν, προδήλως ψευδὴς ὁ τῶν Ἑλλήνων λόγος. ϙΒʹ. Ἐρώτησις. Εἰ μακροθυμεῖν ἡμᾶς πρὸς πάντας ἡ γραφὴ διδάσκει, πῶς οὐκ ἔπταισεν Ἑλισσαῖος θανατώσας δι' ἀρᾶς τοὺς ὑβρίσαντας αὐτὸν παῖδας, καὶ μάλισθ' ὅτι βρέφεσιν ἀπειροκάλοις μνησικακήσας τὸν διὰ τῶν θηρίων αὐτοῖς ἀντὶ ψιλῆς καὶ εὐτελοῦς ὕβρεως ἐπήγαγε θάνατον; Ἀπόκρισις. Ὅτε διὰ μακροθυμίας τῶν σφαλλομένων οὐ γίνεται διόρθωσις, τότε ἡ ἀποτομία τῆς μακροθυμίας τοῖς ἀδιορθώτως πταίουσίν ἐστι χρησιμωτέρα. οὐ χρὴ οὖν διαβάλλειν τὸν προφήτην ἐπὶ τῇ ἀποτομίᾳ, εἰρηκότα τὴν μακροθυμίαν μὴ παρέχουσαν τοῖς ἁμαρτάνουσι τῆς ἁμαρτίας τὴν αἴσθησιν. καὶ ἐπειδὴ τὰς φωνὰς ταύτας, ἃς ἀτιμάζοντες τὸν προφήτην ἔλεγον οἱ παῖδες, παρὰ τῶν γονέων αὑτῶν ἐδιδάχθησαν, τῶν ἀεὶ πρὸς τοὺς προφήτας ἀπεχθῶς ἐσχηκότων—τὸ γὰρ "ἀνάβαινε, φαλακρέ", πρὸς διασυρμὸν ἔλεγον τῆς τοῦ Ἠλία ἀναλήψεως, ὡσανεὶ τοῦτο λέγοντες· "λαμβανέτω καὶ σὲ πνεῦμα καὶ ῥιψάτω σε εἰς ὄρος ἄβατον, ὡς κἀκεῖνον ἔρριψεν, ἵνα ἀπαλλαγῶμεν καὶ σοῦ, ὡς ἀπηλλάγημεν ἐκείνου—, διὰ τοῦτο τῇ ἀναιρέσει τῶν παίδων ἐμαστίγωσε τοὺς γονεῖς, ἵνα μάθωσι μὴ ἀτιμάζειν τοὺς προφήτας καὶ δι' αὐτῶν τὸν θεόν. ϙΓʹ. Ἐρώτησις. Εἰ πᾶσα πλάνη τῇ τοῦ Χριστοῦ παρουσίᾳ κατήργηται, πῶς διὰ τῶν καλουμένων ἐγγαστριμύθων οἱ δαίμονες

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
