Ancient Greek
Page 87
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 87
Not analysed yet
φθέγγονται; πῶς δὲ οὐκ εὐτελῆ καὶ καταφρονήσεως ἄξιον τὸν χριστιανισμὸν παριστῶσιν, ὅταν ἐν σώμασι χριστιανῶν τὰ μὲν τῆς ἀπάτης ἐπιδείκνυνται ἔργα, τοὺς δὲ τῆς μαντείας ἀποφθέγγονται λόγους; Ἀπόκρισις. Εἰ κατὰ τὸ εἰρημένον "οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα", ἀλλ' "ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν", δῆλον ὅτι οὔπω κατήργηται πᾶσα τῶν δαιμόνων ἡ πλάνη, ἀλλ' οἷς μὲν ὁ Χριστὸς πεπίστευται, τούτοις πᾶσα τῶν δαιμόνων ἡ πλάνη κατήργηται· οἷς δὲ ὁ Χριστὸς ἔτι ἀπιστεῖται, τούτοις ἐνεργοῦσιν οἱ δαίμονες τὴν πλάνην. τὰ δὲ σώματα, οἷς οἱ ἐγγαστρίμυθοι κέχρηνται πρὸς τὸ λαλεῖν καὶ πράττειν τὰ τῆς μαντείας ῥήματά τε καὶ ἔργα, οὐκ ἔστιν ἀληθινὰ σώματα, ἀλλὰ φαντάζουσιν οἱ δαίμονες τὰς ὄψεις τῶν ὁρώντων ὡς σώματα ὁρᾶν τὰ μὴ σώματα. ϙΔʹ. Ἐρώτησις. Εἰ οὐδαμοῦ ὀνόματα δαιμόνων ἡ γραφὴ τοὺς ἀνθρώπους ἐδίδαξε, πῶς οἱ Ἰουδαῖοι ἐπὶ τοῦ κυρίου τὸ τοῦ Βεελζεβοὺλ ὡς ἐγνωσμένον ὠνόμαζον ὄνομα, ἐν τούτῳ φάσκοντες αὐτὸν ἐκβάλλειν τοὺς δαίμονας; καὶ αὐτὸς ὁ δεσπότης ὡς γινώσκουσι τοῖς μαθηταῖς τὴν τοῦ δαίμονος κλῆσιν ἔλεγεν, "εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν". τίς δὲ ἡ ἑρμηνεία τοῦ τοιούτου ὀνόματος; Ἀπόκρισις. Ὥσπερ τὸ εἶναι δαίμονας ὑπ' αὐτῶν τῶν δαιμόνων ἐμάνθανον οἱ ἄνθρωποι, οὕτω καὶ τὰς ὀνομασίας αὐτῶν ὑπ' αὐτῶν ἐδιδάχθησαν· πρῶτον γὰρ ἔθυσαν οἱ ἄνθρωποι τοῖς δαίμοσι καὶ οὐ θεῷ, ὕστερον εἶπεν ἡ θεία γραφὴ "ἔθυσαν δαιμονίοις καὶ οὐ Θεῷ", καὶ καθάπερ περὶ τοῦ εἶναι τοὺς δαί-