# Quaestiones et responsiones ad orthodoxos [Dub.] 88

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 88. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/88

μονας οὐδαμοῦ φαίνεται ἡ γραφὴ εἰρηκυῖα, ὅμως δὲ λέγει ὅτι "ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ", οὕτω καὶ περὶ τῆς ὀνομασίας αὐτῶν μηδὲν εἰρηκυῖα λέγει τῶν δαιμόνων τὰ ὀνόματα, τοῦ τε Βεελζεβοὺλ καὶ τοῦ Βελίαρ· "ποία" φησί "συμφώνησις Χριστοῦ πρὸς Βελίαρ"; οἷς γὰρ ἐκέχρηντο οἱ ἐπαοιδοὶ δαίμοσι πρὸς τὰ προκείμενα αὐτοῖς ἔργα, τούτων ἀναγκαίως παρ' αὐτῶν ἐμάνθανον, ὥσπερ τὸν τρόπον τῆς θεραπείας, οὕτω καὶ τὴν προσηγορίαν τῆς κλήσεως αὐτῶν. Εἴρηται δὲ τῷ Ὠριγένει τούτων τῶν ὀνομάτων ἡ ἑρμηνεία ἐν τῇ ἑρμηνείᾳ τῶν ἑβραϊκῶν ὀνομάτων. ϙΕʹ. Ἐρώτησις. Εἰ ταῖς τῶν ἀλόγων θυσίαις τὸ θεῖον οὐχ ἥδεται, καθώς τινες ἔφασαν καὶ ἡ νῦν διδάσκει κατάστασις, διατί πρὸ νόμου τὸ θύειν προσέταττεν τῷ Νῶε καὶ μάλιστα ὅτι εἰδωλικαὶ θυσίαι οὐδέπω ἐγένοντο; εἰ δὲ ἥδετο ταύταις, διατί μετὰ τὸν νόμον ἡ τούτων χρῆσις ἐπαύσατο; Ἀπόκρισις. Οὐδεὶς τῶν θυσάντων τὰ ἄλογα θυσίαν τῷ θεῷ πρὸ τοῦ νόμου κατὰ τὴν θείαν διάταξιν ἔθυσε, κἂν φαίνεται ὁ θεὸς ταύτην προσδεξάμενος, τῇ ταύτης ἀποδοχῇ δεικνύων τὸν θύσαντα εὐάρεστον αὐτῷ. ἃ δὲ προσέταξε τῷ Ἁβραὰμ λαβεῖν ζῷα τριετίζοντα, ὡσαύτως δὲ καὶ κριόν, ὃν ὑπὲρ τοῦ Ἰσαὰκ προσήνεγκε θῦσαι, οὐχ ὡς ταῖς τούτων θυσίαις ἡδόμενος, ἀλλὰ χρείας ἕνεκεν προμηνυτικῆς τῶν ἐσομένων· τῷ δὲ Νῶε οὐδαμοῦ φαίνεται ὁ θεὸς προστάξας προσαγαγεῖν αὐτῷ τὴν τῶν ἀλόγων θυσίαν. ϙϛʹ. Ἐρώτησις. Εἰ διπλοῦν τὸ ἐν Ἠλίᾳ χάρισμα αἰτήσας Ἑλισσαῖος ἠκούσθη, πῶς οὔτε ἁπλᾶ οὔτε διπλᾶ τὰ ἔργα Ἠλιοὺ ἐποίησεν,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
