# Quaestiones et responsiones ad orthodoxos [Dub.] 89

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 89. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/89

οἷον ὑετῶν ἐποχὴν καὶ λιμοῦ ἐπαγωγήν, πυρὸς κατὰ θυσιῶν οὐράνιον φοράν, ἱερέων Ἑλλήνων σφαγάς, πεντηκοντάρχων ὁλοκαυτώσεις καὶ τὰ λοιπά, ἀλλ' ἕτερα μὲν ἐκεῖνος, ἕτερα δὲ οὗτος εἰργάσατο θαύματα; πόθεν οὖν ὁ Ἑλισσαῖος δειχθήσεται τὴν ἑαυτοῦ αἴτησιν καὶ τὴν τοῦ Ἠλία ὑπόσχεσιν κομισάμενος; Ἀπόκρισις. Οὐκ ᾐτήσατο Ἑλισσαῖος τὸ διπλοῦν τοῦ πνεύματος, πρὸς ποίησιν τῶν αὐτῶν διπλῶν ἔργων, ἀλλὰ πρὸς τὸ ἰσχύειν ἁπλῶς ἐκτελεῖν ὅσα ἦν χρεία τοῦ γενέσθαι ὑπ' αὐτοῦ μετὰ μείζονος δυνάμεως περιουσίας. τῆς δὲ αἰτήσεως, ὅτι οὐκ ἀπέτυχε. μαρτυροῦσι τὰ δι' αὐτοῦ γεγονότα θαύματα, ὧν τινὰ μὲν διπλᾶ, τινὰ δὲ ἁπλᾶ ἐξετέλεσε· τὸ γὰρ ἐγείρειν δύο νεκρούς, ἕνα μὲν ζῶντος αὐτοῦ, ἕνα δὲ τελευτήσαντος, τὸ διπλοῦν ἐδήλου τῆς ἐν λοιποῖς θαύμασιν, εἰ ἐβούλετο περιουσίας, τῆς ἐν αὐτῷ θείας τοῦ πνεύματος χάριτος. καὶ ἐπὶ μὲν τοῦ Ἠλία πρὸς τὴν χρείαν ἐγένετο τοῦ ἐλαίου ἡ ἐπίδοσις, ἐπὶ δὲ τοῦ Ἑλισσαίου καὶ ὑπὲρ τὴν χρείαν. καὶ ὁ μὲν Ἠλίας πῦρ κατήγαγεν ἐκ τοῦ οὐρανοῦ πρὸς τὴν ἄμυναν τῶν ἐχθρῶν, ὁ δὲ Ἑλισσαῖος ἵππους πυρὸς καὶ ἀναβάτας κατήγαγεν ἐκ τοῦ οὐρανοῦ πρὸς βοήθειαν τῷ Ἰσραήλ. ϙΖʹ. Ἐρώτησις. Εἰ τότε ἐστὶ τελεία ἀνάστασις, ὅτε ὁ τέλειος ἀνίσταται ἄνθρωπος, πῶς λέγει μετὰ τὸ δεσποτικὸν πάθος ἡ γραφή, ὅτι "πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη", ὅπερ οὐκ εἶπεν ἐπί τινος τῶν ἄλλων, ὧν ὁ κύριος ἤγειρεν, οἷον ἐπὶ Λαζάρου, ἢ τοῦ υἱοῦ τῆς χήρας, ἢ τῆς θυγατρὸς τοῦ Ἰαείρου, ἀλλ' ἀπολύτως ὅτι τόνδε ἢ τήνδε ἀνέστησε; πῶς οὖν ἐπὶ τούτων μόνον σωμάτων ἀναστάσεως μέμνηται καὶ ἐπάγει, ὅτι "ἐνεφανίσθησαν πολλοῖς", ὅπερ τῷ πλείστῳ μέρει φαντασίας ὑπόνοιαν δίδωσι;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
