# Quaestiones et responsiones ad orthodoxos [Dub.] 90

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 90. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/90

καὶ εἰ τῷ ὄντι ἄψυχα ἀνέστησαν σώματα καὶ ἐπεβίωσαν, ἢ εὐθέως ἐτελεύτησαν, ἢ μένουσιν ἐν ἀθανασίᾳ καὶ ὅποι, καὶ τί τοῖς μετ' ἐκείνους ἐκ τῶν ἐπ' αὐτοῖς γεγονότων τὸ ὄφελος δίδωσι, δίδαξον. Ἀπόκρισις. Εἰ τελείαν ἀνάστασιν ταύτην καλοῦμεν τῶν ἀνισταμένων ἀνθρώπων, τῶν ψυχῶν εἰσοικιζομένων πάλιν εἰς τὰ σώματα τῶν ἀνισταμένων, δῆλον ὅτι πάντες, οἵ τε ἤδη ἀναστάντες, οἵ τε μέλλοντες ἀνίστασθαι ὑπὸ τοῦ κυρίου, τέλειοι ἀνέστησαν· ἀδύνατον γὰρ νεκρῶν γενέσθαι ἀνάστασιν, τῆς ψυχῆς μὴ εἰσοικιζομένης εἰς τὸ οἰκεῖον σῶμα. κἂν οὖν εἴπῃ ἡ θεία γραφή, ὅτι ὁ δεῖνα ἀνέστη ἐκ τῶν νεκρῶν, ἢ ὅτι σώματα ἀνέστησαν ἐκ τῶν νεκρῶν, χρὴ ἡμᾶς δι' ἑκατέρας φωνῆς τὴν τελείαν νοεῖν ἀνάστασιν, τὴν κατὰ ἀπόδοσιν ψυχῆς τῷ σώματι γινομένην. καὶ καθώσπερ ὅταν εἴπῃ ἡ θεία γραφή "ὁ ἐγείρας τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ τῶν νεκρῶν ζωοποιήσει τὰ θνητὰ ὑμῶν σώματα", οὔτε ἀτελῆ λέγει τὴν ἀνάστασιν, οὔτε φαντασίας ὑπόνοιαν δίδωσιν, ἀλλὰ τελείας ἀναστάσεως τὴν πίστιν, οὕτως καὶ ὅταν λέγῃ "πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη", τὴν τελείαν λέγει ἀνάστασιν. γέγονε δὲ τούτων τῶν ἁγίων ἡ ἀνάστασις ἀπόδειξις τοῦ λυτικὸν εἶναι τὸν τοῦ Χριστοῦ θάνατον τοῦ θανάτου πάντων ἀνθρώπων τοῖς ἐν τῷ παρόντι πιστεύουσι καὶ πάσαις ταῖς ἐν τῷ ᾍδῃ ψυχαῖς· δι' ἣν αἰτίαν οὐδὲ ἐτελεύτησαν πάλιν, ἀλλὰ μένουσιν ἐν ἀθανασίᾳ, καθάπερ Ἐνὼχ καὶ Ἠλίας, καὶ εἰσὶ σὺν αὐτοῖς ἐν τῷ παραδείσῳ, ἀναμένοντες τὴν κοινωνίαν τῆς τοῦ Χριστοῦ ἀναστάσεως, γινομένην κατὰ τὴν ἐναλλαγήν, καθ' ἥν, ὥς φησιν ὁ ἅγιος ἀπόστολος, "πάντες ἀλλαγησόμεθα"· εἰς γὰρ ἀθάνατόν τε καὶ ἄφθαρτον ζωὴν οὔπω γέγονέ τινος ἡ ἀνάστασις,

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
