# Quaestiones et responsiones ad orthodoxos [Dub.] 91

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 91. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/91

πλὴν τοῦ σωτῆρος Χριστοῦ. διὸ "καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν" καὶ "ἀπαρχὴ τῶν κεκοιμημένων" ἀνηγόρευται. ϙΗʹ. Ἐρώτησις. Τί ἑρμηνεύεται τὸ ὑφί, τὸ νέβελ, τὸ γόμορ, τὸ σίκλον, τὸ βασιλικὸν καὶ τὸ ἅγιον, ὁ στατήρ, ἡ δραχμή, ὁ κοδράντης, ὁ ὁρμίσκος, τὸ δίδραχμον, τὸ τάλαντον, τὸ ἀσσάριον, τὸ θεραφίμ, τὸ βεζέκ, τὸ σαβαώθ, τὸ ἀδωναΐ, τὸ ἐφούδ; ἀμφοτέρων δὲ ἡμῖν ἀναγκαία ἡ γνῶσις, ἐπειδὴ ἑκάτερα τῇ γραφῇ περιέχεται. Ἀπόκρισις. Εἴρηται τῷ Ὠριγένει, ἀνδρὶ ἐπισταμένῳ τὴν τῶν Ἑβραίων διάλεκτον, πάντων τῶν ἐν ταῖς θείαις γραφαῖς ἐμφερομένων ἑβραϊκῶν ὀνομάτων ἢ μέτρων ἡ ἑρμηνεία. τὴν ἑρμηνείαν ἐκείνην ζητήσας εὑρήσεις ἐν αὐτῇ τὴν πάντων ἑρμηνείαν ὧν ἐζήτησας. ϙΘʹ. Ἐρώτησις. Εἰ πρὸ τῆς τοῦ βαπτιστοῦ ἀναιρέσεως τῇ ποιήσει τῶν θαυμάτων ὁ δεσπότης διέπρεπε, καθώς φησιν ὁ Ματθαῖος, καὶ πάντας ἡ περὶ τούτων φήμη τοὺς ἐν τῇ Ἰουδαίᾳ κατέλαβε, πῶς μετὰ τὴν τοῦ προδρόμου ἀναίρεσιν ἀκούων τὰ ὑπὸ τοῦ Χριστοῦ γενόμενα θαύματα Ἡρώδης τοῖς Ἰουδαίοις ἔλεγεν, ὅτι Ἰωάννης ἐστὶ πρὸς ζωὴν ὑποστρέψας ὁ ποιῶν τὰ σημεῖα; ταῦτα γὰρ ἡμῖν διηγεῖται ὁ μακάριος Μάρκος. Ἀπόκρισις. Ὅτι μὴ πάντα τὰ ὑπὸ τοῦ σωτῆρος γεγονότα θαύματα πάντες οἱ ἀκούσαντες ἐνὶ καιρῷ ἤκουσαν, ἀλλ' οἳ μὲν πρότερον, οἳ δὲ ὕστερον, μαρτυροῦσιν αἱ φωναὶ τῶν εἰρηκό-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
