# Quaestiones et responsiones ad orthodoxos [Dub.] 92

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 92. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/92

των τὸν Ἰωάννην εἶναι ἐργάτην τῶν θαυμάτων τῶν γεγενημένων ὑπὸ τοῦ σωτῆρος μετὰ τὴν ἀναίρεσιν τοῦ Ἰωάννου· οὐκ ἂν γὰρ ἔλεγον τοῦτο, εἰ ἦσαν ἀκούσαντες τὰ πρὸ τῆς ἀναιρέσεως Ἰωάννου γεγονότα θαύματα ὑπὸ τοῦ σωτῆρος. οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ ὁ Ἡρώδης μετὰ τὴν ἀναίρεσιν Ἰωάννου ἀκούει τὰ ἔργα τῶν μαθητῶν τοῦ Ἰησοῦ, τὰ ἐπ' ὀνόματι τοῦ Ἰησοῦ γεγονότα· τότε γὰρ ἤκουσεν ὁ Ἡρώδης τὸ ὄνομα τοῦ Ἰησοῦ, ὅτε ἀπέστειλε τοὺς μαθητὰς αὑτοῦ ὁ Ἰησοῦς εἰς τὰς πόλεις καὶ κώμας κηρύττειν τὴν μετάνοιαν καὶ θεραπεύειν τὰς νόσους, καθά φησι Μάρκος ὁ εὐαγγελιστής· καὶ γὰρ αὐτὸς Ἰωάννης πρὸ τῆς ἐγέρσεως τοῦ υἱοῦ τῆς χήρας οὐκ ἦν ἀκούσας πάντα ὅσα ἐποίησεν ὁ Ἰησοῦς ἔν τε τῇ Γαλιλαίᾳ καὶ ἐν τῇ Ἱερουσαλήμ, καίτοι πολλῶν ὄντων τῶν ἤδη γεγενημένων ὑπὸ τοῦ σωτῆρος θαυμάτων, καὶ πρὸ τοῦ βληθῆναι τὸν Ἰωάννην εἰς φυλακὴν καὶ μετὰ τὸ βληθῆναι αὐτόν· τότε γὰρ ἀπέστειλε τοὺς μαθητὰς αὑτοῦ ὁ Ἰωάννης πρὸς τὸν Ἰησοῦν μαθεῖν, εἰ αὐτὸς εἴη ὁ προσδοκώμενος ἐλθεῖν, καθά φησι Λουκᾶς, [ὅτε] * * *, [Λουκᾶς] μὲν ὁ εὐαγγελιστὴς τοῦτο, Ἰωάννης δὲ ὁ εὐαγγελιστὴς ἐκεῖνο. Ρʹ. Ἐρώτησις. Εἰ, καθὼς ἡ θεία διδάσκει γραφὴ καὶ ἡμεῖς πεπιστεύκαμεν, "ἁμαρτίαν" γεννηθεὶς ὁ Χριστὸς "οὐκ ἐποίησε", πῶς πάλιν ἀληθεύει ἡ γραφὴ μεθ' ὅρκου βοῶσα, ὅτι "οὐδεὶς γεννηθεὶς, ὃς οὐχ ἥμαρτεν, οὐδὲ πεφυκώς, ὃς οὐκ ἠνόμησεν"; πῶς δὲ καὶ βρέφος τὸ σύγχρονον τῷ τόκῳ τὸ τέλος δεξάμενον, ἢ βραχυήμερον

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
