Ancient Greek
Page 93
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 93
Not analysed yet
ζωὴν κομισάμενον, ἁμαρτίαν καὶ ἀνομίαν ἢ τὰ τούτων ἐναντία ποιῆσαι ἠδύνατο; Ἀπόκρισις. Τὸ "οὐδεὶς γεννηθεὶς ὃς οὐχ ἥμαρτεν, οὐδὲ πεφυκὼς ὃς οὐκ ἠνόμησεν", οὐ δείκνυσι ψευδὲς τὸ περὶ τοῦ Χριστοῦ εἰρημένον, τὸ "ἁμαρτίαν οὐκ ἐποίησε"· περὶ γὰρ τοῦ ἐξ ἀνδρὸς καὶ γυναικὸς γεννηθέντος εἴρηται ὁ λόγος οὗτος. ὁ δὲ Χριστὸς ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας καὶ θεοτόκου ἐγεννήθη Μαρίας. νοεῖται δὲ καὶ ὁ λόγος οὕτως. οὐδεὶς πεφυκὼς ἁμαρτάνειν ἢ ἀνομεῖν, ὃς οὐχ ἥμαρτεν ἢ οὐκ ἠνόμησε· πέφυκε δὲ ἁμαρτάνειν ὁ κατὰ τὴν αὐθαίρετον προαίρεσιν ἄγων ἑαυτὸν εἰς τὸ πράττειν ἃ βούλεται, εἴτε ἀγαθὰ εἴτε φαῦλα. τὸ δὲ βρέφος, ἅτε οὔπω ὂν τῆς τοιαύτης δυνάμεως, δῆλον ὅτι οὐδὲ πέφυκεν ἁμαρτάνειν. καὶ τὸ "τίς καθαρὸς ἔσται ἀπὸ ῥύπου; ἀλλ' οὐδείς, ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς", οὐδενὶ τρόπῳ ἁρμόττει τῷ βρέφει· τὸ γὰρ "βίος" ἀντὶ τῆς πολιτείας εἴληπται ἐνταῦθα, τῷ βρέφει δὲ ὥσπερ οὐκ ἔστι πολιτεία, οὐδὲ βίος. ΡΑʹ. Ἐρώτησις. Εἰ εὐσεβεῖ λογισμῷ οἱ πατριάρχαι κινούμενοι ἑαυτοῖς καὶ τοῖς παισὶ τὰς γαμετὰς ἐκ τῆς οἰκείας συγγενείας εἰλήφασι, πῶς οὐ παρὰ τὸν εὐσεβῆ τῶν προγόνων σκοπὸν Ἰωσὴφ καὶ Μωυσῆς διεπράξαντο, ὃ μὲν Αἰγυπτίαν, ὃ δὲ Μαδιανίτιδα γυναῖκα γημάμενος; Ἀπόκρισις. Οἱ μὲν πατριάρχαι, φόβῳ τοῦ μὴ ἐκτραπῆναι τοὺς αὑτῶν τῆς εὐσεβείας, οὐκ ἐπέτρεπον αὐτοῖς ἐκ τῶν ἐθνικῶν λαβεῖν γυναῖκας· ὁ δὲ Μωυσῆς καὶ Ἰωσὴφ τοῦ τοιούτου φόβου ἦσαν ἀνώτεροι. οὐδὲν οὖν κατὰ παράβασιν τοῦ σκοποῦ τῶν πατέρων πεποιηκότες φαίνονται ὅ τε Μωυσῆς καὶ Ἰωσήφ, λαβόντες