# Quaestiones et responsiones ad orthodoxos [Dub.] 94

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/94

γαμετὰς ἐθνικάς· οὐ γὰρ μόνον αὐτοὶ οὐκ ἐξετράπησαν τῆς εὐσεβείας ὑπὸ τῶν γυναικῶν ἑαυτῶν, ἀλλὰ καὶ αὐτὰς μετέφερον εἰς τὴν ἑαυτῶν εὐσέβειαν. ΡΒʹ. Ἐρώτησις. Εἰ πρὸ τῆς παραβάσεως ὁ Ἀδὰμ λογικοῦ ἢ ἀλόγου οὐ τεθέαται θάνατον, πῶς ὃν οὐκ εἶδεν ὡς ἑωρακὼς ἀπειληθέντα ἐδειλίασε θάνατον; πῶς δὲ τοῦτον ἀγνοούμενον αὐτῷ, ὡς ἐγνωσμένον ἠπείλησεν ὁ θεός; Ἀπόκρισις. Εἰ λογικὸν ἐκεῖνον καλοῦμεν, τὸν ἔχοντα ἐν ἑαυτῷ τῶν ὑπὸ τῶν ὀνομάτων σημαινομένων τὰς ἐννοίας, δῆλον ὅτι καὶ ὁ Ἀδὰμ λογικὸς ὢν εἶχεν ἐν ἑαυτῷ τοῦ θανάτου τὴν ἔννοιαν. καὶ καθώσπερ μὴ ἑωρακὼς μὲν ὁ Ἀδὰμ λογικὸν ἐπὶ τῇ ἑαυτοῦ γυμνώσει αἰσχυνόμενον, ὅμως δὲ γυμνωθεὶς ᾐσχύνθη, ἐσχηκὼς ἐν ἑαυτῷ τῆς αἰσχύνης τὸ ὄνομα καὶ τὴν ἔννοιαν, οὕτως εἶχεν ἐν ἑαυτῷ καὶ τοῦ θανάτου τὴν ἔννοιαν, κἂν τὸ πρᾶγμα ἐν ἄλλῳ μήπω ἦν θεασάμενος. διὸ εὐλόγως ἐδειλίασε τὸν θάνατον, εἰδὼς αὐτὸν ἀπὸ τῆς ἐννοίας αὐτοῦ ἀντικείμενον ὄντα τῆς ζωῆς. ΡΓʹ. Ἐρώτησις. Ἐπειδὴ ἡ γραφὴ λέγει κρίματα καὶ δικαιώματα καὶ μαρτύρια καὶ νόμον, ἐντολὰς καὶ προστάγματα, εἰ ταῦτά εἰσιν ἀλλήλοις ἀμφότερα, ἢ ἑκάτερον ἔχει λόγον ἰδιάζοντα, δίδαξον. Ἀπόκρισις. Κρίματα μὲν λέγει τοὺς λόγους τοὺς διαστέλλοντας τῶν οὐ πρακτέων τὰ πρακτέα, * καὶ τιμὴν μὲν τὴν ἐπὶ τῇ ὑπακοῇ, τιμωρίαν δὲ τὴν ἐπὶ τῇ παρακοῇ ὁρισαμένου· δικαιώματα δὲ λέγει τῶν κριμάτων τὴν ὀρθότητα, ἀπονεμητικὴν τῶν κατ' ἀξίαν ἑκάστῳ· νόμον δὲ λέγει τὴν ἔγγραφον περίληψιν πάσης τῆς ἰουδαϊκῆς λατρείας, μαρτυρίαν δὲ καλεῖ τὴν ἐπὶ τοῖς πρατ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
