# Quaestiones et responsiones ad orthodoxos [Dub.] 95

Theodoretus, Quaestiones et responsiones ad orthodoxos [Dub.], Page 95. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-et-responsiones-ad-orthodoxos-dub/95

τομένοις ὑπὸ τῶν δεξαμένων τὸν νόμον, ἀξίαν δι' εὐλογίας καὶ κατάρας ἀμοιβήν, ἣν πολλάκις ὁ Μωυσῆς διαμαρτυρόμενος ἔλεγε τοῖς Ἰουδαίοις συμβήσεσθαι αὐτοῖς πειθομένοις ἢ ἀπειθοῦσιν· ἐντολὰς δὲ καὶ προστάγματα λέγει, κατὰ τὸν τρόπον τῶν λόγων ὀνομάζων τοὺς λόγους, ἐνταλτικῶς ἢ προστακτικῶς λεχθέντας, κατὰ τὴν ἔμφασιν τῆς θείας αὐθεντίας τοῦ ταῦτα ἐντειλαμένου ἢ προστάξαντος. ΡΔʹ. Ἐρώτησις. Εἰ τὰ νῶτα τοῦ οὐρανοῦ πεφόρτωται ὕδασι. καθώς φησιν ἡ γραφή, ὅπερ τινὲς ἔφασαν γεγονέναι διὰ τὴν πυρώδη τῶν φωστήρων οὐσίαν, ὥστε τοῖς ἐπικειμένοις τὸν οὐρανὸν πιαινόμενον ὕδασι τῇ ὑποκειμένῃ τῶν φωστήρων φλογὶ μένειν ἀχείρωτον, πῶς οἱ ταῦτα λέγοντες ἀληθεύουσι, τῶν φωστήρων οὐκ ἐν τῷ οὐρανῷ, ἀλλ' ὑπὸ τὸν οὐρανὸν κινουμένων; εἰ δὲ τούτους ἐν τῷ οὐρανῷ λέγοιεν εἶναι, πῶς τὴν κινητικὴν ἐνέργειαν ἔχουσι, τοῦ οὐρανίου σώματος τὸ ἀκίνητον ἔχοντος; εἰ δὲ σὺν τῷ οὐρανῷ τὰ ἄστρα λαμβάνει τὴν κίνησιν, πῶς οὐκ ἀληθεύσειεν ὁ σφαῖραν τὸν οὐρανὸν προσαγορεύων μῦθος; εἰ δὲ τοῦτο μὲν ἀπρεπές, τὸ δὲ προλεχθὲν περὶ τῶν φωστήρων νοῆσαι ἀκόλουθον, πῶς οὐκ ἄχρηστος τῶν ἄνω ὑδάτων ἡ σύστασις; τί δὲ καὶ αὐτὴ ἐν τῇ συντελείᾳ γενήσεται, ἄνω μὲν τῶν δικαίων, κάτω δὲ τῶν ἁμαρτωλῶν τὰς τῶν πρακτέων ἀμοιβὰς τότε μελλόντων κομίζεσθαι; Ἀπόκρισις. Κἂν ὑπὸ τὸν οὐρανόν εἰσιν οἱ φωστῆρες, ἀλλ' ἡ φορὰ τῆς τῶν πυρωδῶν οὐσιῶν ἐνεργείας κατὰ φύσιν ἐπὶ τὰ ἄνω γίνεται. διὸ εὔλογον αἰτίαν ἀποδεδώκασιν οἱ εἰρηκότες πρὸς διαμονὴν τοῦ στερεώματος πεφορτῶσθαι τοῦ οὐρανοῦ τὰ νῶτα τοῖς ὕδασιν. οὐ τοῦτο δὲ μόνον ἐστὶν αἴτιον τοῦ εἶναι τὰ ὕδατα ἐν τοῖς

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg016.local001/.
