Ancient Greek
Page 96
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 96
Not analysed yet
νώτοις τοῦ οὐρανοῦ, τὸ ἀχείρωτον αὐτὸν εἶναι τῇ ὑποκειμένῃ φλογὶ τῶν φωστήρων, ἀλλὰ καὶ τὸ βαρεῖσθαι αὐτὸν ἐπὶ τὸ κάτω ὑπὸ τοῦ πλήθους τῶν ἐν νώτοις αὐτοῦ ὑδάτων καὶ μὴ δονεῖσθαι ὑπὸ τῆς βιαίας τῶν ἀνέμων φορᾶς, καὶ τὸ τὴν ἄκραν ἐξ αὐτῶν ἐπὶ τὸ κάτω πέμπεσθαι ψυχρότητα, ἀφ' ἧς μιγείσης τῇ ἄκρᾳ τοῦ ἡλίου θερμότητι ἀποτελεῖται τῶν ἀέρων ἡ σύγκρασις πρὸς τὴν διαμονὴν τῶν ἐπὶ τῆς γῆς ζῴων τε καὶ φυτῶν. ἐν δὲ τῇ συντελείᾳ, οὐκ ἐν τῷ νῦν οὐρανῷ καὶ ἐν τῇ νῦν γῇ κομίζονται τῶν πρακτέων τὰς ἀμοιβὰς οἱ ἄνθρωποι, ἀλλ' ἐν τῷ καινῷ οὐρανῷ καὶ ἐν τῇ καινῇ γῇ, κατὰ τὸ εἰρημένον· "ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἣν ἐγὼ ποιῶ· μένει ἐνώπιόν μου εἰς τοὺς αἰῶνας". καὶ πάλιν· "κατ' ἀρχὰς σύ, κύριε, τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται". καὶ πάλιν· "ἔτι ἅπαξ ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν"· τὸ δὲ σαλευόμενον δηλοῖ τὴν μετάστασιν, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. ΡΕʹ. Ἐρώτησις. Εἰ ὡς βιβλίον τὸν οὐρανὸν ἑλίσσεσθαι καὶ τὰ ἄστρα ὡς φύλλα πίπτειν ἐπὶ τῆς γῆς προλέγει μὲν ὁ κύριος, καὶ ὁ προφήτης δὲ τούτοις προκατήγγειλε σύμφωνα, πῶς ἡ παντελὴς τοῦ στερεώματος ἀπώλεια διὰ τῶν ἐκείνων λόγων οὐ δείκνυται; τίς οὖν ἡ τῶν τοιούτων ῥημάτων διάνοια καὶ πῶς τὸ τῶν στοιχείων συνίσταται ἄφθαρτον; Ἀπόκρισις. Ὥσπερ τοῦ στερεώματος τὴν ποίησιν παραβολικῶς ἡ θεία γραφὴ παρείκασε ποτὲ μὲν τῇ ἐκτάσει τῆς δέρρεως, λέγουσα "ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν", ποτὲ δὲ τῷ